Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς μὲ ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ.

καὶ εἶπεν πρὸς αὐτήν ’ν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.

καὶ ἔλαβεν Δαλειδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν [*](2 ἐν τῆ πυλη] ἔπι τῆς πύλης Α | διαφαύσῃ ο ὄρθρος] φωτὸς πρώι Α | Α καὶ 5°] pr μείνωμεν Α | φονεύσωμεν] ἀποκτείνωμεν Α 3 ἐν ἡμίσει νυκτος] περ τὸ μεσονύκτιον Α | σὺν τοῖς δύσι σταθμοις] καὶ τῶν δύο σταθμῶν Α | ἔθηκεν ἐπ’ ὤμων] ἐπέθηκεν ἔπι τὼ ὤμω Α Ι ανεβη] ἀνήνεγκεν αἴσα Α | του ἔπι προσώπου] ο ἐστιν ἔπι πρόσωπον Α 4 τοῦτο] ταύτα Α | ἐν Αλσωρηχ] η sup ras Β ? ἔπι του χειμάρρου Σωρηχ Α | Δαλιδα Α 5 ἄρχοντες] σατράπαι Α | ἀυτὴ] πρὸς ἀυτὴν Α | αὐτοῦ] + ἐστιν Α | ἀυτῶ] πρὸς αὐτὸν Α | του τἀπ’. ] ὥστε τἀπ’. Α 6 Δαλιδα Α | ἀνάγγειλον Α | om δὴ Α 7 νευραῖς Α | διεφθαρμεναις] ηρημωμεναις Α 8 ἄρχοντες] σατράπαι Α | διεφθαρμένας] ἠρημωμένας Α 9 ἀυτὴ] αὐτοῦ Α | ἐκάθητο] + αὐτοῦ Α | ἀυτῶ] πρὸς αὐτὸν Α | διεσπασεν] διέρρηξεν Α | νευρὰς Α | ὡς εἰ τις αποσπασοι...στιππυου] ὂν τρόπον διασπᾶται κλῶσμα του ἀποτινάγματος Α 10 Δαλιδα Α | ἐπλάνησας] παρελογίσω Α | om οὑν Α | αναγγειλον] + δὴ Α 11 δεσμευοντες] δεσμῶ Α | δήσουσιν Α | καλωδίοις] pr ἔπτα Α | om καινοῖς Α | ὄις οὐκ ἐγένετο ἐν αὐτοῖς] ἐν ὄις οὐκ ἐγενήθη Α 12 ελαβεν] + ἀυτῶ Α | Δαλιδα Α | om καλωδια Α)

520
[*](B) ἐν αὐτοῖς, καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμείου, καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπαοεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον.

καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών Ιδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ· ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐνκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής.

καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλειδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ δοάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, κοὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου.

καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών· Πῶς λέγεις Ἠγάπηκά σε, καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ’ ἐμοῦ ; τοῦτο τρίτον ἐς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.

καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ χώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν.

κοὶ ἀνήγγειλεν οὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ μητρός μου· ἐν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι.

καὶ εἶδεν Δαλειδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα [*](Α) [*](12 om καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ του ταμείου ταμιου B) Α | ειπεν] + πρὸς αὐτὸν Α | ἀλλόφυλοι] pr οἱ Α | Σαμψων] + καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τὼ ταμιείῳ Α | διεσπασεν] ἔσπασεν Α | βραχιονων] pr τῶν Α | σπαρτίον] ῥάμμα Α 13 Δαλιδα Α | ἴδου] ὡς νυν Α | επλανησας] παρελογίσω Α | ἐμὲ] με Α | αναγγειλον Α | σὺν τὼ διάσματι] μέτα του διάσματος Α | τὼ πάσσ’.] pr ἐν Α | ἀσθένης ὡς εἰς τῶν ανݲωݲνݲ Α 14 ἐγένετο ἐν τὼ κοιμᾶσθαι αὐτὸν] ἐκοίμισεν αὐτὸν Α | ἔλαβεν] ἐδιάσατο Α | om Δαλειδα Α | τὰς ἔπτα σείρας] τοὺς ἔπτα βοστρυχους Α | καὶ υφανεν...τω πασσάλῳ] μέτα τῆς εκστασεως· κα κατεκρου|σεν ἐν τὰ πασσάλοις Α | εἶπεν] + πρὸς αὐτὸν Α | αλλοφυλοι] pr α Α | εξυπνισθη] ἠγέρθη Α | ἐξῆρεν τον πάσσαλον του υφασματος] ἐξέσπασεν τοὺς πασσάλους σὺν τὼ ὑφάσματι Α | τοίχου] + καὶ τὸ δίασμα· κα οὐκ | ἐγνώσθη η ἰσχὺς αυτου· Α 15 Δαλειδα πρὸς Σαμψων] πρὸ, αὐτὸν Δαλιδα Α | λεγεις] ἔρεις Α | οὐκ ἐστιν η καρδία σου] η κ. σου ἐστιν Α | τρίτον] pr τὸ Α | ἐπλάνησας | παρελογίσω A 16 εξεθλιψεν] κατειργάσατο Α | ἐν λογοις] τοῖς λ. Α | πάσας τὰς ημ.] ὅλην τὴν νύκτα Α | εστενοχωρησεν] παρηνώχλησεν Α | ολιγοψυχησεν Α | του ἀποθανεῖν] εἰς θάνατον Α 17 απηγγειλεν Α | ἦν ἅν καρδιαν] πάντα τὰ ἄπο καρδίας Α | διδηρος] ξυρὸν Α | ανεβη] ἀναβήσεται Α | ἄγιος] ναζειραιος Α | απο] ἐκ Α | εαν οὑν] καὶ ἔαν Α | ξυρήσομαι Α | ασθνησω Α* ασθενησω Α 1) | ως πάντες οἱ ανθρ.] κατα πάντας τοὺς ανους Α 18 ἴδεν Α | Δαλιδα Α | ανηγγειλεν Α | πάσαν τὴν καρδιαν] πάντα τι ἄπο κἀμίαι Α | om κα ἐκάλεσεν Α | τοὺς αρχοντας] πάντας τ. σατράπας Α)

521
Ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν [*](B) αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων , καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν.

καὶ ἐκοίμισεν Δαλειδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ.

καὶ εἶπεν Δαλειδά Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ.