Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρόν, πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλτᾷ τῆς πέτρας Ἠτάμ.

Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ, καὶ ἐξερίφησαν ἐν Λεύει.

καὶ εἶπαν ἀνὴρ Ἰούδα Εἰς τί ἀνέβητε ἐφ’ ἡμὰς; καὶ εἶπον οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.

καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ἰούδα εἰς τρυμαλιὰν πέτρας Ἠτάμ, καὶ εἶπαν τῷ Οὐκ οἶδας ὅτι κυριεύσουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς.

καὶ εἶπαν αὐτῷ Δῆσαί σε κατέβημεν, τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών Ὀμόσατέ μοι [*](3 αὐτοῖς] ἀυτῶ Α | ηθωωμαι Β ab ηθοωμ. B*)] αθωος εἰμι Α Ι om καὶ 2 Α | ἀλλοφύλων] pr τῶν Α Ι ἐγὼ ποίω Α | μετ’ ἀυτῶν πονηρίαν] μεθ’ ὑμῶν κάκα Α 4 ἀλώπεκας Β b A | ἐπέστρεψεν] συνέδησεν Α Ι κέρκων] + ἐν τὼ μέσω Α Ι om καὶ ἔδησεν Α 5 ἐξέκαυσεν] ἐξῆψεν Α Ι ἐν τοῖς στάχυσιν] εἰς τὰ δράγματα Α Ι ἐκάησαν] ενεπυρισεν τουσταχυας (sic)| καὶ τὰ προτεθερισμενα Α | ἄπο ἅλωνος καὶ ἕως σταχύων ὄρθων] ἄπο στυβης καὶ ἕως ἑστῶτος Α 6 νυμφιος] γαμβρὸς Α Ι Θαμναθαιου] Θαμναθαιου Α Ι ἐκ τῶν φίλων] συνεταίρῳ Α | ἐνέβησαν Α | ἐνέπρησαν] ενεπυρισαν Α | ἀυτὴν καὶ ’τον πατ. αυτης] pr τὴν οἰκίαν του πατρ. ἀύτης καὶ Α 7 om ταύτην Α | ὅτι εἰ μὴν... κοπάσω] οὐκ ευδοκησω· | ἄλλα τὴν ἐκδίκησιν μου ἐξ ενος| καὶ ἑκάστου ὑμῶν ποτησομαο·| Α 8 γνημην Α | εκαθισεν...πετρας] κατέβη ἄρα τὼ χειμάρρῳ ἐν τὼ σπηλαίῳ Α 9 παρενεβαλοσαν Α | ἐν Ιουδα] ἔπι ’τον Ιουδαν Α Ι Λευι Α 10 εἶπαν] + αὐτοῖς πᾶς Α | εἰς τι] ἴνα τι Α | ειπον] εἶπαν Α 11 τρισχιλιοι ἄνδρες ισχειλιοι αݲ| sup ras Β a?)] τρὶς χιλιάδες ἄνδρων Α Ι ἐξ Α Ι εἰς τρυμαλιαν] ἔπι τὴν ὀπὴν Α Ι πετρας] pr τῆς Α | τὼ Σαμωψν πρὸς Σ. Α | κυριεύσουσιν] ἄρχουσιν Α | ἤμων οἱ αλλοφ. Α Ι τι τοῦτο] ἴνα τι ταύτα Α Ι μοι (sup ras Β ?vid)] ἥμιν Α Ι ουτως] oul sup ras B ?vid | | ἐποιῆσαι ἐποιήσαμεν Α 12 δῆσαι] pr του Α | του δοῦναι σε ἐν χειρὶ] καὶ παραδοῦναι σε εις χειρας Α)

518
[*](B) μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.

καὶ εἶπον αὐτῷ λέγοντες Οὐχί, ὅτι ἁλλ’ ἢ δεσμῷ δήσομεν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν, καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις κοινοῖς, καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.

καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.

καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην, καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ κοὶ ἔλαβεν αὐτήν, καὶ ἐπάταξεν ἐν οὐτῇ χιλίους ἄνδρας.

καὶ εἶπεν Σαμψών

  • Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς,
  • ὅτι ἐν τῆ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
  • καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.

    καὶ ἐδίψησεν σφόδρα, καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν Σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, κοὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριαὶ ἀπεριτμήτων.