Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπον αὐτῷ λέγοντες Οὐχί, ὅτι ἁλλ’ ἢ δεσμῷ δήσομεν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν, καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις κοινοῖς, καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.

καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.

καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην, καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ κοὶ ἔλαβεν αὐτήν, καὶ ἐπάταξεν ἐν οὐτῇ χιλίους ἄνδρας.

καὶ εἶπεν Σαμψών

  • Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς,
  • ὅτι ἐν τῆ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
  • καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.

    καὶ ἐδίψησεν σφόδρα, καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν Σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, κοὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριαὶ ἀπεριτμήτων.

    καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ Σιαγόνι καὶ αὐτοῦ ὕδωρ· καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σεαγόνι, ἕως τῆς ἡμέρας ταύτης.

    καὶ τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη. Καὶ XVI

    XVIἐπορεύθη Σαμψὼν εἰς Γάζαν, καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ πρὸς αὐτήν.

    καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες Ἥκει ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ’ αὐτὸν ὅλην τὴν [*](Α) [*](12 μὴ ποτε...υμεις] μὴ αποκγει|ναι με ὑμεῖς· καὶ παραδοτε| με αὐτοῖς· μὴ ποτε ἀπ’ ἄντη σὴ ’σαι ὑμεῖς ἐν ἐμοὶ· Α 13 εἶπον] ὤμοσαν Α Ι ὅτι ἀλλ’ η] ἄλλα Α | ἐν χειρὶ] εἰς χεῖρας Α | καὶ θανατω] θάν’. ’δε Α | ἐν θυσι] δύο Α Ι ανηνεγκαν] ἀνήγαγον Α | ἄπο] ἐκ Α | om ἐκείνη, Α 14 ηλθον] αὐτὸς ἦλθεν Α Ι ηλαλαξαν] + εἰς ἀπάντησιν αὐτοῦ Α | ηλατο] κατηύθυνεν Α | ἐγενήθη] ἐγένοντο Α Ι ἔπι βραχίοσιν] ἐν τοι βραχ. Α | ο ἐξεκαύθη ἐν πυρὶ] ἥνικα ἀν’ οσφρανθη πυρὸς Α | ετακησαν...χειρων] διελυ|θησαν οἱ δεσμοὶ ἄπο τῶν βρα|χιονων Α 15 εκρεριμμ.] ερριμμ. ἐν τῆ ὀδῶ Α 16 τῆ σιαγόνι του ὄνου] σιαγ. ὄνου Α 17 ὡς] ἥνικα Α | επαυσατο] συνετέλεσεν Α | ἐκ] ἄπο Α 18 ἔκλαυσεν] ἐβόησεν Α | ευδοκησας] εδωκας Α | δουλου] pr του Α | τὼ δίψει] ἐν δ. Α 19 ἔρρηξεν] ηνοιξεν Α | ’τον λάκκον ’τον ἐν τῆ σιαγόνι] τὸ τραῦμα τῆς σιαγόνος Α | υδωρ] ὕδατα Α | αὐτοῦ 2°] + ἐν ἀυτῶ Α | εζησεν] Α | αυτης] της πληγῆς Α | πηγη...σιαγονι] ἐπίκλητος σιαγονος Α 20 ἔτη εἴκοσι Α XVI 1 Σαμψων] + ἐκεῖθεν Α 2 ἀπηγγέλη Α | ὧδε] ενταυθα Α Α | om ἐπ’ Α)

    519
    νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως, καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα [*](B) λέγοντες Ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν.

    καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτός, καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ, καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρών, καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.

    Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Ἁλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλειδά.

    καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν αλλοφύλων καὶ εἶπαν αὐτῇ Ἀπάτησον αὐτόν, καὶ ἴδε ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν· καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.