Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται [*](Β) ἐν πυρί, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ· ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ.

Καὶ ὤρθρισεν Ἰησοῦς προσήγαγεν τὸν λαὸν κατὰ φυλάς· καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα. καὶ προσήχθη κατά δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραεί·

καὶ προσήχθη κατὰ ἄνδρα,

καὶ καὶ ἐνεδείχθη Ἀχὰρ υἱὸς Ζαμβρεὶ υἱοῦ

καὶ εἶπεν Ἰησοῦς τῷ Ἀχάρ Δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Ἰσραήλ, καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ’ ἐμοῦ.

καὶ ἀπεκρίθη Ἀχὰρ τῷ Ἰησοῖ καὶ εἶπεν Ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα.