Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν [*](Β) εἶπεν Ἰησοῦ Εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ.

καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξηγάγοσαν Ῥαὰβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς ¶ καὶ τὴν συγγενίαν αὐτῆς καὶ πάντα ὅσα ¶ ἦν αὐτῆς, καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ἰσραήλ.

καὶ ἡ πόλις ἐνεπρήσθη ἐνπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ· πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου· ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι.

καὶ Ῥαὰβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ἰερειχώ.