Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυή Ἐν τῇ σήμερον ἡμέρᾳ ὀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.

Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῆ̣ τεσσαρεσκαιἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας, ἀπὸ δυσμῶν Ἰερειχὼ ἐν τῷ τοῦ Ἰαρδάνου ἐν τῷ πεδίῳ·

καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα.

ἐν ταύτῃ τῇ ἡμέρα ἐξέλιπεν τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν κουρὰν τῶν Φοινίκων ἐν τὼ ἐνιαυτῶ ἐκείνω.