Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἔστησεν δὲ Ἰησοῦς καὶ ἅλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ εἰσὶν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.

ἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν [*](§F) τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ ἕως οὗ § συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ· καὶ ἔσπευσεν ὁ λαός, καὶ διέβησαν.

καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.

καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ κα οἱ ἡμίσεις φυλῆς Μανασσὴ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.