Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Προσαυάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα Κυρίου τοῦ θεοῦ ἡμῶν.

ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν, καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χεττααῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὑαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ἰεβουσαῖον.

ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ἰορδάνην.

προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ἕνα ἀφ’ ἑκάστης φυλῆς.