Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Κύριος δὲ ὁ θεὸς ἡμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται· καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως δ’ ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν· καὶ κατακληρονομήσατε τὴν· γῆν αὐτῶν, καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ἡμῶν ὑμῖν.

κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα·

ὅπως μὴ εἰσέλθητε τὰ ἔθνη τὰ καταλελιμμένα ταῦτα· καὶ τὰ ὀνόματα τῶν θεῶν ῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν· οὐ μὴ προσκυνήσετε αὐτοῖς οὐδὲ τε αὐτοῖς,

ἀλλὰ Κυρίῳ τῷ θεῷ ἡμῶν προσκολληθήσεσθε, ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἐξολεθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ οὐθεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης·

εἷς ὑμὠν ἐδίωξεν χιλίους, ὅτι κύριος ὁ θεὸς ἡμῶν ἐξεπολέμει ἡμῖν, καθάπερ εἶπεν ἡμῖν.

καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾷν κύριον τὸν θεὸν ἡμῶν.

ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ’ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτούς, καὶ συνκαταμιηῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,

γινώσκετε ὅτι οὐ μὴ προσθῇ κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμίν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἄη ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἢν ἔδωκεν ὑμῖν κύριος [*](Α) [*](2 πρὸς αὐτοὺς] αὐτοῖς Α | εγω] pr ἴδου Bab mg 3 ἑωράκατε Bb | οσα] pr πάντα Α | πάσι Α | ἔθνεσι Α | ἤμων 2’, 2°, 3°] ὑμῶν Α | ο αὐτὸς Α | ημιν] ὕμιν Α 4 ὅπερ εἶπα] επεριφα Α | και 1°] α Α 1°, 2°] ὑμῶν Α | οὕτος] αὐτὸς Α | αποστελει] αποστειλη Α | Α | ὕμιν] ἥμιν Α 6 εκκλινηται Α | δεξιὰ Α | εὐώνυμα] pr εἰς Α 7 οὐ οὐδὲ Bab) μὴ προσκυνήσετε προσκυνησητε Bb) αὐτοῖς οὐδὲ μὴ λατρεύσετε λατρευσητε Bb)] oirrej μὴ λατρευσηται αὐτοῖς· ουτε | μὴ προσκυνησηται Α 8 ἄλλα] ἀλλ’ η Α | προσκολλησεσθαι Α | post ταύτης ras καὶ | Α? 9 καὶ ° sup ras A? | ἐξολεθρεύσει] ἐξωλέθρευσεν Α | κݲςݲ αυτους Α | καὶ 3°] + ὕμιν Α | οὐθεὶς] οὐδεὶς Α | ἤμων] ὑμῶν Α Α | om τοῖς μεθ’ ὑμῶν Α | μυιν] ὑμεῖς Α 13 γινώσκετε] γνώσει γν Α | πακιδας B* παγ. Bb) | ην] ης Α)

471
ὁ θεὸς ὑμῶν.

ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ κοὶ πάντες οἱ [*](B) ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε τῆ καρδίᾳ ὑμῶν καὶ τῆ ψυχῇ ὑμῶν διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν κύριος ὁ θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.

καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ κόλα ἃ ἐλάλησεν κύριος πρὸς ἡμᾶς, οὕτως ἐπάξει Κύριος ὁ θεὸς ἐφ’ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν Κύριος ὑμῖν,

ἐν τῷ ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ θεοῦ ἡμῶν ἢν ἐνετείλατο πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.

Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσρὴλ εἰς Σηλώ, καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ.

καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραὴλ Πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ Θάρα ὁ πατὴρ Ἀβραὰμ καὶ ὁ πατὴρ Ναχώρ· καὶ ἐλάτρευσαν ἑτέροις.

καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἀβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάση τῇ γῆ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ,

καὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ κοὶ τὸν Ἠσαύ· ἔδωκα τῷ Ἠσαὺ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ. καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολύ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι.