Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ κληρωτεί.

καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμεὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν

τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευεί, ὃτι τοῦτο ἐγενήθη ὁ κλῆρος.

καὶ ἔδωκεν αὐτοῖς τὴν καραθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ, αὕτη ἐστὶν χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς

καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλὲβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει.

καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκεν τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ, καὶ τὴν λέμνα καὶ τὰ τὰ πρὸς αὐτῇ,

καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ,

καὶ τὴν Γελλὰ καὶ τὰ ἁ αὐτῇ, καὶ τὴν Δαβεὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ,

καὶ Ἄσα καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Βαιθσάμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.

καὶ παρὰ τῆς φυλῆς Βενιαμεὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γάθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ,

καὶ Ἀναθὼθ καὶ τὰ ρισμένα αὐτῇ, καὶ Γαμαλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων δέκα τρεῖς.

καὶ τοῖς [*](5 ἡμίσους] ημισεις Α 6 Γεδσων ] Γε|δεων Β* (Γεδ|σων B ab) Γησωρ Α| A i ἄπο τῆς φυ|λης Ασηρ κα ἄπο της| φῦ ἡμίσει Α | τὼ βάσαν] τῆ βάσαν Α + κληρωτι Α 7 om ἐν B ab A | Μεραρι Α | φυλῆς 1°, 2°, 3°] pr τῆς Α 8 Λευίταις ταύτας Α | ἐπεκλήθησαν] επεκληρωθησαν Α 10 Λευι Α | τουτο ] τούτοις B ab Α 11 ἔδωκαν Α | Καριαθαρβοκ Α | Ἰούδα] pr τὼ Α | κύκλω] pr τὰ Α 12 τοῖς υἱοῖς X. ὕου] τὼ χαλεβ υἱὼ Α 13 Ααρων] ἱερέως Α | om ἔδωκεν Α | σὺν ἀυτὴ] πρὸς ἀυτὴ] Α | Λεμνα] Λεβνα Α | ἀυτὴ] om τὰ Α 14 Αιλωμ] Ιεθερ Α | ἀυτὴ 1°] τὰ πρὸς αυτῆ Α Εσθεμω Α | ἀυτὴ 2°] τὰ πρὸς ἀυτὴν Α 15 Γελλα] Ωλων Α pr τὰ πρὸς Α 16 Ασα] Λίν’ Α | ἀυτὴ 1°] pr τὰ πρὸς Α 2° Α Ι Βεθασμες Α | ἀυτὴ 3°] pr τὰ πρὸς Α 17 Γαβ. Α | ἀυτὴ 1°] ταπρος ἀυτὴν Α | Γαθεθ] Γαβεε Α | ἀυτὴ 2°] 18 ἀυτὴ 1°] pr τὰ πρὸς Α | Γαμαλα] τὴν Ἄλμων Α | ἀυτὴ 2°] 19 δέκα τρεῖς] πόλις δέκα τρὶς· και| τὰ περισπόρια ἀυτῶν A)

464
[*](B) δήμοις υἱοῖς Καὰθ τοῖς Λευείταις τοῖς καταλελιμμένοις ἀπὸ τὧν υἱῶν Καὰθ, καὶ ἐγενήθη πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφράιμ·