Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐν τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γάδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτεὶ πόλεις δώδεκα.

καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ κληρωτεί.

καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμεὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν

τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευεί, ὃτι τοῦτο ἐγενήθη ὁ κλῆρος.

καὶ ἔδωκεν αὐτοῖς τὴν καραθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ, αὕτη ἐστὶν χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς

καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλὲβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει.