Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες.

καὶ ἀπὸ τῆς φυλῆς Γάδ τὴν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, τὴν Καμέιν καὶ τὰ περισπόρια αὐτῆς,

καὶ τὴν Ἑσβὼγ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς· αἱ πᾶσαι πόλεις τέσσαρες.

πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν τῶν καταλελιμμένων ἀπὸ τῆς φυλῆς Λευεί· καὶ ἐγενήθη τὰ ὅρια αἱ πόλεις δέκα δύο.

πᾶσα πόλις τῶν Λευειτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσεράκοντα ὀκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν

κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις.