Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τῷ δήμῳ υἱῶν Μεραρεὶ τοῖς Λευείταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς,

καὶ Σέλλα καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς.

καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ ἐκ τῆς φυλῆς Ῥουβὴν τήν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βόσορ ἐν τῇ ἐρήμῳ, τὴν Μεισὼ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς,

καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες.

καὶ ἀπὸ τῆς φυλῆς Γάδ τὴν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, τὴν Καμέιν καὶ τὰ περισπόρια αὐτῆς,

καὶ τὴν Ἑσβὼγ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς· αἱ πᾶσαι πόλεις τέσσαρες.

πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν τῶν καταλελιμμένων ἀπὸ τῆς φυλῆς Λευεί· καὶ ἐγενήθη τὰ ὅρια αἱ πόλεις δέκα δύο.

πᾶσα πόλις τῶν Λευειτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσεράκοντα ὀκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν

κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις.

και συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν.

καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν ἢν ᾐτήσατο· τὴν Θαμ’. νασάραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφράιμ.

καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ·

καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱούς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαχαράθ.

[*](32 ἀυτὴ 2°] τὰ πρὸς αυτην Α* (τα πρὸς ἀυτὴ Α?) | Θεμμων (Τεμμων A Ba ? b vid)] τὴν Νοεμμων Α | ἀυτὴ 3°] pr τὰ πρὸς Α 33 Γεδσων] Γηρσων δέκα τρεῖς πόλεις B? 34 Μεραρι Α | Λευίταις Α | Ζαβουλων] pr ὑιῶν Α | Μααν] Εκναμ Α | τὴν Καδης] Καροα Α 35 om καὶ 1° Α | Δάμνα Α | αυτης] + καὶ τὴν Νααλωλ· καὶ τα| περισπόρια ἀύτης Α | τέσσαρες Α 36 του κάτα] om του Α | Ιερειχων (Ιεριχων B b vid)] Α | τὴν Μεισω] τῆ Μισωρ Α 37 Δεκμων] Γεδσων Α | Μαφα] Μασφα Α 38 του φυγαδευτηριου Α | om καὶ 2° Α | τῆ Γαλααδ] γῆ Γαλ. Α καὶ τὴν Μαναιμ Α 39 Εσεβων Α | αἰ πασαι] πάσαι αἰ Α 40 + αἰ Α | Μεραρι Α | Λευει (Αευι B b)] του Λευι Α | αἰ πολεις] δυο] δώδεκα Α 41 πάσα πολις] πάσαι αἰ πόλις Α | Λευιτῶν τεσσαρακ. B b 42 κύκλω 1°] κυ sup ras A1 | τῆς πολεως] τῶν 42 a ἀυτῶν] αυτης Α 42 b κάτα προσταγμα] δία πρόσ’ ταγ’ μάτος A | Θαμνασαραχ] Θαμνασαχαρ Α 42 d ἔθηκαν Α | Θαμνασαχαραθ] Θαμνασαχαρ A)
466
[*](B)