Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν Ἐλκωθάιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ,

καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Ἰεβαθὰ καὶ αὐτῇ, πόλεις δύο.

πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωαὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελιμ -

καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευείταις ἐκ τοῦ ἡμίσους φυλῆς ἡ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλῶν ἐν τῇ Βασανείτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.

καὶ ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τὴν Κεισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Δεββὰ καὶ τὰ αὐτῇ,

καὶ τὴν Ῥεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ,

καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Ραὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.