Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἰερειχὼ λέγοντες Εἰσπεπόρευνται ὦδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰερειχὼ καὶ εἶπεν πρὸς Ῥαὰβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.

καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτούς, καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰδεληλύθασιν ἄσιν πρὸς μὲ οἱ ἄνδρες·

ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον. οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.

αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα, κα ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμη τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος.

καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη.

καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν, καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς

καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ [*](F) ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς. ¶

ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν Κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ ὅγ’, οὓς ἐξωλεθρεύσατε αὐτούς.

καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῆ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἵστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι κύριος ὁ θεὸς ὑμῶν ὃς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.

καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν θεόν, ὅτι ποιῶ ὑμῖν ἕλεος, [*](AF 1 κατασκοπεῦσαι] + κρύβη F | Ιεριχω BbA (ita pluries) | εισηλθοσαν οἱ δύο νέαν.] οἱ δύο νέαν. ἦλθον Α οἱ δύο ἄνδρες ἦλθον F | εισηλθοσαν 2°] AF 1 οἰκίαν] pr τὴν Α 2 om λέγοντες Α | εισπεπορ. ὧδε ανδρες] ἴδου ἄνδρες εισπεπορ. ὧδε Α ἴδου εἰσπεπόρευται εἰσπεπόρευνται F1(vid) ) ὧδε ἄνδρες τὴν νύκτα F 3 ἐξάγαγε] εἰσάγαγε Α | εἰς τὴν οικιαν] pr πρὸς σε οἱ εἰσῆλθον F | γῆν] + πάσαν F 4 om δύο Α | ἔκρυψεν αὐτοὺς] + εἰς τὴν λινοκαλάμην F | πρὸς με] + ὧδε Α | οἱ ανδρες] + καὶ οὐκ ἔγνων ποθεν εισιν F 5 καταδιώξατε] + ταχέως F | ἀυτῶν] ὢν sup ras A ? | καταλημψεσθαι BA 6 τῆ λινοκαλαμη] pr τοῖς ξύλοις F 8 εξηλθοσαν] ἐξῆλθον AF | καταδιωκοντες AF | om ’δε ο AF | ἀυτὴ ’δε] καὶ ἀυτὴ AF | πρὸς αὐτοὺς ἔπι το δῶμα AF 9 δέδωκεν] ἔδωκεν Α παρέδωκεν F | ὕμιν κύριος] υμιν ο κݲςݲ Bab κݲςݲ ὕμιν Α κύριος ο θεὸς ὑμῶν ὕμιν F | om γὰρ F | ἐφ’] πρὸς Α | ἐφ’ F I ἧμας] η sup ras Α a? (υμας A*vid) 10 τὴν ἐρυθρὰν θαλ·] τὴν θαλ· ερ. Α | ἐκ 7775] ἐξ Α | ἐξολεθρεύσατε Α 11 om ἤμων 2o Α | os] θς A 12 ποιησατε] pr καὶ Bab (ӄ superscr))

423
καὶ ὑμεῖς ἕλεος ἐν τῷ τοῦ τοῦ πατρός μου.

καὶ ζωγρήσατε τὸν [*](B) οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου τὸν οἶκον μου καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν μου ἐκ θανάτου.

καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ’ εἰς θάνατον. καὶ αὐτὴ εἶπεν ὃς ὂν παραδοῖ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἕλεος καὶ ἀλήθειαν.

καὶ κατεχάλασεν αὐτοὺς διὰ § F τῆς θυρίδος·

§ καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέας ἕως ἀν’ ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.

καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτὴν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·

ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.

καὶ ἔσται πᾶς ὃς ἄν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.

ἐὰν δέ τις ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα τῷ ὅρκῳ σου τούτῳ.

καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν καὶ ἐξαπέστειλεν αὐτούς.