Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται Μανασση ἐν Ἰσσαχὰρ καὶ ἐν Ἀσὴρ Καιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, κα τοὺς κατοικοῦντας Δῶρ’ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ καὶ τὰς κώμας αὐτῆς.

καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσὴ ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας. καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.

καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν.

᾿Αντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί μᾶς κλῆρον ἔνα καὶ σχοίνισμα ἓν ; ἐγὼ δὲ λαὸς εἰμι, καὶ ὁ θεὸς εὐλόγησέν με.

καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἰ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφράιμ.

καὶ εἶπαν Οὐκ ἀρέσκει τὸ ὄρος τὸ Εφράιμ· καὶ ἳππος ἐπίλεκτος καὶ σίδηρος τῷ τῶ κατοικοῦντι ἐν αὐτῶ ἐν Βαιθαισὰν καὶ ἐν ταῖς κώμαις , ἐν τῇ κοιλάδι ᾿Ισραήλ.

καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσήφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς.

ὁ γὰρ δρυμὸς ἔσται σοι, ὃτι δρυμός ἐστιν, καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἰᾶται σοι. καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ, κα ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν·

καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.