Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ῾Ονὸμ ἐπὶ νότου τοῦ Ἰεβούς ἀπὸ λιβός, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ ἐκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος ῾Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαεὶν ἐπὶ βορρᾶ·

καὶ διεκβάλλει τὸ ὃριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Μαφθώ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἄξει τὸ ὅριον Ἰεβάαλ, αὕτη ἐστὶν πόλις Ἰαρείμ·

καὶ περιελεύσεται ὅριον ἀπὸ Βάαλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου Ἰαρεὶν ἀπὸ βορρᾶ, αὕτη ἐστὶν Χασλών, καὶ καταβήσεται ἐπὶ ἡλίου, καὶ παρελεύσεται ἐπὶ λίβα·

καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχώθ, καὶ παρελεύσεται ὃρια ἐπὶ λίβα, καὶ διεκβαλεῖ ἑ ’πὶ λέμνα, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν.

καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἢ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.

Καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα ἀπὸ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν ᾿Ενάκ, αὕτη ἐστὶν

καὶ ἐξωλέθρευσεν ἐκεῖθεν χαλὲβ υἱὸς Ἰεφοννὴ τοὺς τρεῖς υἱοὺς [*](4 τοῦτο] ταύτα Α | ὀρία] pr τὰ Α Ι λίβος] νότου Α 5 ἄπο βορρᾶ] ἔπι βορραν Α Α 6 Βαιθαγλααμ] Βαιθαλα Α Τ ἔπι 2°] ἄπο Α Ι τὰ Ἀγὰδ B b Α | προσαναβασεως Α Ι Αδδαμειν] Αδομμι Α | λίβα] νότον Α | τῆ φάραγγι] om τῆ A? (φαρ sup ras 5 circ litt ut vid) | διεκβάλλει B ab A Ι πηγῆς] pr τῆς Α 8 Ονομ] Ἔννομ’ Α (bis) Ι νότου] νώτου Α | του Ιεβους] om του Α | om ἄπο λίβος Α | ἐκβάλλει] διεκβάλλει Α Ι θαλάσσῃ B ab Ι Ραφαειμ Α | βορρᾶν Α 9 υδατος] pr του Α Ι Μαφθω] Ναφθω Α | εἰς τὸ ορος] ὄρους Α | αξει] ἐξάξει Α | Ιεβααλ] εἰς Βααλ Α | Ιαριμ Α 10 ἄπο] ἔπι Α | παρελεύσεται εἰς ορος Ασσαρ (Ασσαρες Ασσαρες B ab)] εἰς ὄρος Σηειρ καὶ παρελευσετε Α Ι Ιαριμ Χασαλων Α Ι λίβα] νότον Α 11 διεκβαλεῖ (ter)] διεκβάλλει B ab A | Σοκχωθ] Ακκαρωνα Α Ι ὀρία ἔπι λίβα] ὅ γῆς Βαλα Α* ο.γ. Γαβαλα Α 1 ?α? ἱ Αεμνα] Ιαβνηλ Α 13 απο] δία B ab mg Α | Αρβεκ Α Ι μητρόπολις Α 14 — 15 paene evan multa in Α)

452
[*](B) Ἐνάκ, τὸν Σουσεὶ καὶ Θοαλμεὶ καὶ τὸν Ἀχειμά.

καὶ ἀνέβη ἐκεῖθεν Χαλὲβ ἐπὶ τοὺς κατοικοῦντας Δαβείρ· τὸ δὲ ὄνομα Δαβεὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.

καὶ εἶπεν Χαλέβ Ὅς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἄσχαν θυγατέρα μου εἰς γυναῖκα.

καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλέβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἄσχαν θυγατέρα αὐτοῦ γυναῖκα.

καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῶ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ χαλέβ Τί ἐστίν σοι

καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Νάγεβ δέδωκάς με· δός μοι τὴν Βοθθανείς. καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.

Αὓτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.