Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἐκείνῃ. νυνὶ δὲ οἱ Ἐνακεὶμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτοὺς ὃν τρόπον Κύριος.

καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκεν Χεβρὼν τῶ Χαλὲβ υἱῷ Ἰεφοννὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.

διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χαλὲβ τῷ τοῦ Ἰεφοννὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάτματι Τυρίου θεοῦ Ἰσραήλ.

τὸ δὲ ὄνομα τῆς χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀγρόβ· μητρόπολις τῶν Ἐνακεὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.