Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μεισὼρ ἀπὸ Δαιδαβάν·

πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμορραίων, ὃς ἐβασίλευσεν ἐν

Ἑσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἄμμων· καὶ τὴν Γαλααδείτιδα καὶ το ὅρια Γεσειρεὶ κα τοῦ Μαχατεί, πᾶν ὄρος Ἁερμών, καὶ πᾶσαν τὴν Βασανεῖτιν ἕως Ἀχά·

πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανείτιδι, ὃς ἐβασίλευσεν ἐν Ἐδράειν καὶ ἐν Ἀσταρώθ· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, κα ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.

καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσειρεὶ καὶ τὸν Μαχατεὶ καὶ τὸν Χαναναῖον· καὶ κατῴκει βασιλεὺς Γεσειρεὶ καὶ ὁ Μαχατεὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ Ἴως τῆς σήμερον ἡμέρας.

πλὴν τῆς φυλῆς Λευεὶ οὐκ [*](2 Γεσειρει] Γεσουρι Α 3 Αζωτιω Α | Ασκαλωνιτη Bb A | Bb A 4 Θαιμαν] Θεμαν Α Ι γῆ] pr τῆ Α | om Γάζης Α Ι Σει- B* (Σιδ. B b) | Ταφεκ] Αφεκα Α 5 Γαλιαθ] Γαβλι Α | Α | Γαλγαλ Α | Εμαθ] Αιμαθ Α 6 Μασερεθμεμφωνμαιμ] Α Ι Σειδωνιους B* (Σιδ. B b) Ι ενετειλ. σοι Α 7 φυλῆς] pr Α Μαννασση Α 8 ταῖς φῦλ’.] ταῖς ’δε δύο φῦλ’. Α | Μανασση (ita et Α)] + τοῖς μετ’ αὐτοῦ Α | ἔδωκεν] pr ἢν Α | ἀυτῶ] ἀυτὴν Α 9 Δαιδαβαν] Μαιδαβαν Ba?b Μαιδαβα β sup ras Αa?) Α 10 Αμορραιων] pr τῶν Α | βασιλεὺς B 11 Γαλααδιτιδα B b Γαλααδιτιν Α | Γεσειρει] Α | Μαχατει] Μαχαθι Α | Βασανιτιν Α | Αχα] Ελχα Α καὶ Α | Βασανειτιδι] βάσαν Α | Εδραειν καὶ ἐν Ασταρωθ] Ασταρωθ καὶ Α 13 Γεσειρει] Γεσουρι Α (bis) Ι Μαχατει ] Μαχαθι Α (bis) | σηταυτης Α 14 τῆς φυλῆς Λευει] τῆ φυλὴ τῆ Λευι Α)

448
[*](B) ἐδόθη κληρονομία· κύριος ὁ θεὸς Ἰσραήλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς κύριος. καὶ οὗτος ὁ καταμερισμὸς ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.

καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν.

καὶ ἐγενήθη αὐτῶν τὰ δρία ἀπὸ Ἀροήρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ἀρνών, καὶ ἡ πόλις ἡ ἐν τῇ Φάραγγι Ἀρνών· καὶ πᾶσαν τὴν Μεισὼρ

ἕως Ἑσεβών, κα πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μεισώρ, καὶ Δαιβὼν καὶ Βαιμὼν Βάαλ καὶ οἴκου Μεελβὼθ

καὶ βάσαν καὶ Βακεδμὼθ καὶ Μαιφάαθ,

καὶ Καριαθάιμ ἁ καὶ Σεραδὰ κοὶ Σείων ἐν τῷ ὄρει Ἔναβ,

καὶ Βαιθφογὼρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθθασεινώθ,