Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ καἰ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφ’ ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἁερμών, καὶ πᾶσαν τὴν γῆν Ἄραβά ἀπ’ ἀνατολῶν·

Σηὼν τὸν βασιλέα τῶν Ἀμορραίων, ὂς κατῴκει ἐν Ἑσεβών, κυριεύων ἀπὸ Ἀρνῶν, ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβόκ, ὅρια υἱῶν Ἄμμων,

καὶ Ἄραβά ἕως τῆς θαλάσσης Χενέρεθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἄραβά, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἁσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Μηδὼθ Φασγά·