Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου·
συνεπολέμησεν τῷ Ἰσραήλ.
Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι, καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά.
καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες Εὕρηνται οἱ πέντε κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά.
καὶ εἶπεν κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου, καὶ κατα- [*](Α) [*](6 βοήθησον] A a rescr Aa 8 υπολειφθησεται B ab (υπολιφθ. σεται Α 9 επει] ἔπι Α | εισεπορευθη] ἐπορεύθη Ιησους Α 10 om τῶν ὑιῶν Α | συντριψιν μεγαλην Α | Ωρωνειν] Βηθωρων Α | αὐτοὺς εως] τοὺς ἕως sup ras A a? 11 τῶν ὑιῶν] om τῶν Α | Ωρωνειν] Βηθωρων Α | επιριψεν 12 παρέδωκεν] pr η Α | ο θεος] pr κݲςݲ Α | om ὕων Α 15 κα Ιησους καὶ πᾶς ο λᾶος Πη μετ’ αὐτοῦ εἰς τὴν παρεμβολὴν εἰς Γαλγαλα Bb?c?mg (om B*A) 17 Ιησοι Α 18 καταστησατε] καταστήσεται ἐπ’ αὐτοῦ Α)
ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες [*](B) ὀπίσω τῶν ἐχθρῶν ὑμῶν, καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν κοὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκεν γὰρ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασωζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς.
καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ἰσραὴλ τῇ γλώσσῃ αὐτοῦ.
καὶ εἶπεν Ἰησοῦς Ἀνοίξατε τὸ σπήλαιον, καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἰερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα Ἰ καὶ τὸν βασιλέα Λαχεὶς καὶ τὸν βασιλέα Ὀδολλάμ.
καὶ ἐπεὶ γαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πά καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συνπορευομένους αὐτῷ λέγων αὐτοῖς Προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.
καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Μὴ θῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτως κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.