Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καταναλώσει Κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια.

καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ ἀπολεῖς αὐτοὺς ἀπωλίᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς·

καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνων. οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἀν’ ἐξολεθρεύσῃ αὐτούς.

τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν [*](AF) [*](13 ἔκγονα F1 ἔη. εγγ. F*vid) | om καὶ 5° Α | ὡς] ἦς AF 15 ’ptos] + θςݲ Ba (in mg et sup ras) + ο θεὸς σου AF | ἃς BA1] α A*F | om πάντας 16 om καὶ 2° Ba?b | οὐ 2°] + μὴ AF | ἐστι A* ν superscr Α1) 17 Ba-b 18 om οὐ φοβ. αὐτοὺς B* (hab Bab superscr) 19 ιδοσαν B*vid] partim sup ras partim in mg Bab ιδον Α ειδον F | τερατα] p I πάσι F ἐκείνα BaAF | υμων ὑμῶν Bb | iraat F 20–21 om κα σφηκιας...απο προσωπου (hab BabmginfAF) 23 απολεις] ἀπολέσει Α | εξολεθρευση σει Α)] εξολοθρευσητε Bab 24 εκεινων] εκεινου B*vid ὢν sup ras B?) AF | εξολοθρευσης BabAF)

359
ἐν πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον καὶ χρυσίον ἀπ’ αὐτῶν. [*](B) οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι’ αὐτό, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῶ σού ἐστιν·

καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ ματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστιν.

Πάσας τὰς ἐντολὰς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φῦ ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονοτὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν.

καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ, ὡς ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξη τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.

καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὃ οὐκ εἴδησαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος.

τὰ ἱμάτιά σου οὐκ ἐπαλαιώθη ἀπὸ σοῦ, τὰ ὑποδήματά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσεράκοντα ἔτη.