Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ.

φυλάσσων φυλάξη τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι·

καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κύρου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν·

ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησεν Κὐριος.

Καὶ ἱστᾶι ὅταν ἐρωτήση σε ὁ υἱός σου αὔριον λέγων Τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῖν,.