Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἢν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,

ἵνα φοβῆσθε Κύριον [*](AF) [*](22 μοι] ἐμοὶ AF + κݲςݲ Bab (superscr) 23 τῆς φωνῆς F | προσήλθατε 24 εδειξεν] + ἥμιν AF j ἤμων] + ἥμιν Bab | εἴδομεν Α ειδαμεν F | θεὸς 2°] pr BabAF 25 προσθῶμεν AF | ἄκουσαι ἡμεῖς AF ἑ τῆς φωνῆς F 26 ητις] η τίς (sic) F 27 ὅσα 1°] pr πάντα B abmg | ἤμων 1°] + πρὸς σε AF καὶ σὺ λαλησεις...ο θεὸς ἤμων (2°) Β* (hab B abmginf AF) | ἀν’] ἔαν 28 ἐλάλησεν 1° F 29 εἶναι οὕτως Β? vidA | φυλάσσεσθαι] φυλάσσειν 31 ποιειτωσαν] + οὐτῶ Bab 32 ἐκκλινεῖτε] ἐκκλίνεις AF | om ἆ 33 κݲςݲ ο θςݲ σου ρευητε B ab | ἦς] ἢν AF om ἐν ἀυτὴ AF | μακροημερευ|σεηστε B* κληρονομήσητε F VI 1 ο θεὸς] pr κݲςݲ Bab ΑF| εισπορευεσθαι υμεις Α υμεις εισπορευεσθαι F | om ἀυτὴν Ba?AF)

355
τὸν θεὸν ὑμῶν· φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς [*](Β) ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.

καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξαι ποιεῖν, ὅπως εὖ σοι ᾖ, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι.

Καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν Κύριος εἷς ἐστιν·

καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεως σου.

καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου·

καὶ προβιβάσεις τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος·

καὶ αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται πρὸ ὀφθαλμῶν σου·

καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἱ καὶ τῶν πυλῶν ὑμῶν.

Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν σου, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναί σοι πόλεις μεγάλας καὶ καλὰς ἃς οὐκ ᾠκοδόμησας,

οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους οὓς οὐκ ἐλατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς

πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.

Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.

οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν,

ὅτι θεὸς ζηλωτὴς Κύριος ὁ θεός σου ἐν σοί· μὴ ὀργισθεὶς θυημων [*](2 AF* ὕμ’. F1mg) | ὅσας] ἃς Ba?b AF | om τὰς 2° Α | ἴνα 2°] altem sup ras B? 3 φυλαξαι αἰ sup ras (seq spat i ut vid lit) B? | ὅπως B* vid AF] ἴνα Ba (sup ras 4 vel 5 litt) | σοι η] η σοι AF 4 καὶ τὰ κρ.] τατα κρ. F | κύριος 1° Ba (κݲςݲ seq ras 3 vel 4 litt) Α] Μωυσης B* vid F °] + ἐν τῆ ἐρήμω BabmgA 5 διανοίας σου sup ras Ba j διανοίας] καρδίας AF 7 προβιβάσεις] + ἀυτὰ Bab (superscr) AF | διανιστάμενος] ανιστ. Α B ἔσται ἀσάλευτον] ἀσάλευτα F 9 γραψετε] γράψεις Α 10 om Κυριος 2° AF | Ισαακ, Ιακωβ] τὼ Ἴσ’., τὼ Ιακ. BabF 11 ξελατ. BabAF 12 επιλαθη] pr πλατυνθῇ η καρδία σου καὶ AF 13 φοβηθηση] προσκυνήσεις Α | αυτω] + μόνω Α | λατρεύσῃς Α | τὼ ὀνόματι] pr ’πι BabAF · 14 οὐ πορεύεσθε] οὐ μὴ πορεύσεσθε Α οὐ μὴ πορευ.σθε 7 | τῶν εθνων] pr τῶν θέων BabAF 15 θυμώθη] θύμω Ba?b)

356
[*](B) μωθῇ Κύριος ὁ θεός σού σοι· ἐξολεθρεύσει σε ἀπὸ προσώπου τῆς γῆς.

Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ.

φυλάσσων φυλάξη τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι·

καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κύρου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν·

ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησεν Κὐριος.

Καὶ ἱστᾶι ὅταν ἐρωτήση σε ὁ υἱός σου αὔριον λέγων Τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῖν,.