Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρόν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.

Τὰ ῥήματα ταῦτα ἐλάλησεν Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός· σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη· καὶ οὐ προσέθηκεν· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας, [*](9 om με Bab 11 Κυριος] + ο ς σου Bab mg 14 Κυριω τὼ θέω] ω τὼ ω AF sup ras Ba κυρίω του θεοῦ (sic) F | οἱ υιοι] ο ὑίος BabAF | om σου #x772;80 Bab I ο προσηλυτος] pr καὶ BabAF | om ἐν γὰρ ἐξ ημεραις...τα ἐν αὐτοῖς Bab (uncis inclus) AF | η παιδίσκη σου °] + κ τὸ υποζηιον σου Bab 15 σοι] σε Α I φυλασσεσθαι] φυλάξεσθαι Α + σε BabAF 16 ἐνετείλατο] + σοι BabAF | μακροχρονιοι ἤτε] οι ἤτε sup ras Bab μακροχρονιος γένη Α μακροχρόνιος ἔση F 17–18 οὐ φον. οὐ μοιχ. AF 21 οὔτε 1°, 2°, 3°] οὐδὲ AF ρυδε Α 1 ὅσα] pr πάντα Ba (in mg et sup ras) AF | τὼ πλήσιον B* vidAF] του πλ. B? 22 om ὑμῶν F | πλακας] + λιθίνας Ba)

354
[*](Β) καὶ ἔδωκέν μοι.

καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρός, καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρὸς μὲ πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν·

καὶ ἐλέγετε ἰδοὺ ἔδειξεν Κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι λαλήσει θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται.

καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ θεοῦ ἡμῶν ἔτι, καὶ ἀποθανούμεθα.

τίς γὰρ σὰρξ ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς, καὶ ζήσεται ;

πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ κύριος ὁ θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα ὅσα ἂν λαλήσῃ Κύριος ὁ θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεθα καὶ ποιήσομεν.

καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ, καὶ εἶπεν κύριος πρὸς μέ Ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν.

τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’ αἰῶνος;

βάδισον εἰπὸν αὐτοῖς ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν.

σὺ δὲ αὐτοῦ στῆθι καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς· καὶ ποιείτωσαν ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.

καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά,

κατὰ πᾶσαν τὴν ὁδὸν ἢν ἑ ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· ὅπως καταπαύσῃ σε, καὶ εὖ σοι ᾖ, καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς κληρονομήσετε.

Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἢν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,

ἵνα φοβῆσθε Κύριον [*](AF) [*](22 μοι] ἐμοὶ AF + κݲςݲ Bab (superscr) 23 τῆς φωνῆς F | προσήλθατε 24 εδειξεν] + ἥμιν AF j ἤμων] + ἥμιν Bab | εἴδομεν Α ειδαμεν F | θεὸς 2°] pr BabAF 25 προσθῶμεν AF | ἄκουσαι ἡμεῖς AF ἑ τῆς φωνῆς F 26 ητις] η τίς (sic) F 27 ὅσα 1°] pr πάντα B abmg | ἤμων 1°] + πρὸς σε AF καὶ σὺ λαλησεις...ο θεὸς ἤμων (2°) Β* (hab B abmginf AF) | ἀν’] ἔαν 28 ἐλάλησεν 1° F 29 εἶναι οὕτως Β? vidA | φυλάσσεσθαι] φυλάσσειν 31 ποιειτωσαν] + οὐτῶ Bab 32 ἐκκλινεῖτε] ἐκκλίνεις AF | om ἆ 33 κݲςݲ ο θςݲ σου ρευητε B ab | ἦς] ἢν AF om ἐν ἀυτὴ AF | μακροημερευ|σεηστε B* κληρονομήσητε F VI 1 ο θεὸς] pr κݲςݲ Bab ΑF| εισπορευεσθαι υμεις Α υμεις εισπορευεσθαι F | om ἀυτὴν Ba?AF)

355
τὸν θεὸν ὑμῶν· φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς [*](Β) ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.

καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξαι ποιεῖν, ὅπως εὖ σοι ᾖ, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι.

Καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν Κύριος εἷς ἐστιν·

καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεως σου.

καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου·

καὶ προβιβάσεις τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος·