Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Οὑτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ·
ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου,
ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών, οὓς ἐπάταξεν Μωσῆς καίοι υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.
καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Γώγ βασιλέως τῆς βασᾶν, δύο βασιλέων τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου·
ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ ἰπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἁερμών,
πᾶσαν τὴν Ἀραβὰ πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου ἀπὸ Ἀσηδὼθ τὴν λαξευτήν.
Καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ἰσραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποεῖν αὐτά.
Κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ.
οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην ἀλλ’ ἢ πρὸς ὑμᾶς· ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον.
πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός,
κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῶ καιρῷ ἐκείνῳ, ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων
᾿Εγώ Κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.
Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου.