Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς αὐτοῦ·

ὅτι θεὸς οἰκτείρμων κύριος ὁ θεός σου, οὐκ ἐνκατασε οὐδέ μὴ ἐκτρίψει σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν [*](AF) [*](20 om ἐκ γῆς Αἶγ’. F | ευκληρον] ενκληρον Ba εγκλ. BbAF 21 κύριος 1°] + ο θς Ba m | ὕμ’ ἤμων Α | om σου AF 22 Ιορδανην] + τοῦτον F | om ταύτην F* vid (hab FlmS) 23 ὕμιν 1°] ὑμεῖς BaA | καὶ ποιήσητε σετε Α)] pr κ ἀνομήσητε B ab(mg) | εαυτοις] αὐτοῖς AF | συνέταξεν] + σοι Bab (superscr) F 24 καταναλίσκων Bah 25 τὰ πόνηρα] πόνηρα Ba πόνηρον Bb τὸ πόνηρον AF | ἔναντι AF 26 om διαβαίνετε B* vid (hab διαβαίνετε ’τον sup ras ν superscr] Ba) διαβεννετε Α | Ιορδανην (B amg)] + του. ’τον F | om εκει F j κληρονομῆσαι] + αυτην AF 27 ὀλίγω Α | τοις ἔθνεσιν 2°] pr πάσι Ba pr πᾶσιν Α 28 οὔτε 1° B* vid] οὐδὲ δε BabAF | οὔτε μὴ φαγ. οὔτε μὴ οσφρ.] οὐδὲ μὴ φαγ. οὐδὲ μὴ οσφρ. Α οὐδὲ μὴ οσφρ. οὐδὲ μὴ φαγ. F 29 ζητησετε] εκζητησεται Α ἐκζητήσετε F | ημων] ὑμῶν F | εὑρήσετε] + αὐτὸν AF | σου °] ὑμῶν (sup ras?) Α 30 ἐσχάτου AF | πρὸς] ἔπι AF 31 θεὸς 1°] κύριος ο θεὸς σου F (om σου F1) | om θεὸς F* (hab superscr F1) | εγκαταλιψει Α εγκαταλειψη F | εκτριψη AF)

351
πατέρων σου ἢν ὤμοσεν αὐτοῖς.

ἐπερωτήσατε ἡμέρας προτέρας τὰς [*](Β) γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο·

εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·

εἰ ἐπείρασεν ὀ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις, κατὰ πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιον σου βλέποντος·

ὥστε εἰδῆσαί σε ὅτι κύριος ὁ θεός σου, οὗτος θεός ἐστιν, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.

ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἕλιξέν σοι τὸ πυρ’ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.

διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’ αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῆ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου,

καὶ ἐξολεθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε, δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.

καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῆ διανοίᾳ, ὅτι Κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῶ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ·

καὶ φυλάξασθε τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας.

Τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰοροδάνου ἀπὸ ἀνατολῶν ἡλίου,

φεύγειν ἐκεῖ τὸν φονευτὴν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης· κα καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων, καὶ ζήσεται·

τὴν Βόσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ῥουβήν, καὶ [*](31 αὐτοῖς] + κς Ba 32 ανθρωπον] pr ’τον Α j om ἕως ἄκρου του ουρ.AF (hab F1 mg) | ἄκρου] pr του Bab | om εἰ ἤκουσται τοιουτο Α 34 om καὶ ἐν ὁράμασιν μεγάλοις Β* (hab [partim sup ras ut vid] B amginf) | ἐποίησεν] + υμιν F | 2°] θεὸς 2°] pr #x772; BaAF 35 ειδησαι] εἰδέναι AF | AF | ἔτι] ἄλλος Α 36 ἀκουστὴ ἐγένετο η φωνὴ] ἀκουστὴν σοι ἐποίησεν τὴν φωνὴν AF 38 om κα 1° BabAF | ἀυτῶν] ταυτην F | ἔχεις] ἔχθεις (sic) φυλάξασθε] φυλαξη AF | δικαιωματαυ|του F | ὅσας] ἃς Bab | μὰ μακροχρονιοι Α 42 φυγεῖν BbF | φονευτην] + ὃς ἀν’ φήῃ ἔκει B abmginf | πρὸ 1°] πρὸς F | εχθες] χθες Β b | οὐδὲ πρὸ τῆς τρίτης] και BabAF 43 τῆ ἐρήμω] τὼ πεδίω F | πεδεινη B*a πεδινὴ Bc) παιδινη Α)

352
[*](B)τὴν Ῥαμώθ ἐν Γαλαὰδ τῷ Γαδδεί, καὶ τὴν Γαυλῶν ἐν βασᾶν τῶ Μανασσή.

Οὑτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ·

ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου,

ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών, οὓς ἐπάταξεν Μωσῆς καίοι υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.

καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Γώγ βασιλέως τῆς βασᾶν, δύο βασιλέων τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου·

ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ ἰπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἁερμών,

πᾶσαν τὴν Ἀραβὰ πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου ἀπὸ Ἀσηδὼθ τὴν λαξευτήν.