Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ἅ ἐστιν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς·

καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἅστε ῥᾶς καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμεν κύριος ὁ θεός σου αὐτὰ πᾶσιν τοῖς ἔθνεσιν τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.

ὑμᾶς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ἡμᾶς [*](8 ἀυτῶ] pr ἐν Α | ὕμιν] ἐνώπιον (in mg) ὑμῶν BabAF 9 φυλαξον] φύλαξαι AF B ab | τῆς καρδίας] ἦς, ἃς sup ras Bab | συμβιβα|εις Α* σ superset Α1) | τοὺς υἵους 2°] τοὺς υἵους τῶν υἵους (sic) F 10 ἐνάντιον B*vid] ἐνώπιον ὠπ’ sup ras 3 litt) AF | ἤμων] ὑμῶν Α σου F | ἃς] ὅσας BabA | διδάξωσιν F 11 προσήλθατε F j om φωνὴ AF | om μεγάλη B*vidAF 12 Κυριος] + 0 θςݲ (superscr) Ba | πρὸς ὑμὰς] + ἐν τὼ ὄρει B ab mg AF | om ἢν AF 14 ἐμοὶ AF | ὑμὰς ἀυτὰ AF | εἰσπορεύεσθαι AF | κληρονομῆσαι AF 15 ομοιωμα οὐκ ειδετε B ? 16 ἑαυτοῖς] αὐτοῖς AF j 77] καὶ Α 18 ] ὅσα AF 19 προσκυνήσεις Α | om ἀυτὰ Ba? b | πάσι BbF 20 ο θεὸς] pr κς AF | ὑμὰς AF)

350
[*](B) ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῶ λαὸν εὔκληρον ὡς ἐν τῇ ἡμέρα ταύτῃ.

καὶ κύριος ἐθυμώθη μοι περὶ τῶν λενομένων ὑφ᾿ τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν ἢν Κύριος ὁ θεός σου σοι ἐν κλήρῳ.

ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίτὸν Ἰορδάνην· ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν αὐτὴν.

προσέχετε ὑμῖν, μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ποιήσητε ὑμῖ γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξεν κύριος ὁ θεός σου.

ὅτι κύριος ὁ θεός σου πῦρ καταναλίσκον ἐστίν, θεὸς ζηλωτής.

᾿Εὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, κα ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν.

διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλίᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ’ αὐτῆς, ἀλλ’ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε.

καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν εἰς εὶς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ.

καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὔτε μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν.

καὶ ἐκεῖ Κύριον τὸν θεὸν ἡμῶν, καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς κορδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῆ θλίψει σου.

καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς αὐτοῦ·