Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀνέβη Μωυσῆς ἀπὸ ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαὺ ’πὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου Ἰερειχώ· καὶ ἔδειξεν ὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δάν,

καὶ πᾶσαν τὴν καὶ πᾶσαν τὴν γῆν Ἐφράιμ καὶ Μανασσή, καὶ πᾶσαν [*](AF) [*](23 Νεφθαλειμ 1°] Νεφθαλει AF | Νεφθαλειμ 2°] Νεφθαλει Α Νεφθαλι AF 24 ευλογητοςσ] ηυλογημενος Α ευλογημενος F 25 τὸ om τὸ F | ws] pr καὶ AF 27 σκεπάσει σε B ab A?] σκέπασις B* F A* | om σε A* F (hab BA1) | ἀρχὴ Bab] ἀρχῆς B* F ἄρχην Α | ἐκβάλει] pr καὶ B ab (mg) AF 28 μόνος πεποιθὼς AF Ι σίτω κα οἴνω] τίτου καὶ οἴνου AF | σοι συννεφης] ἔφης] συννεφὴς ἀυτῶ Α αυτω συννεφὴς F 29 om Ισρανλ F | σοι] σου Α | ψ..σονται F XXXIV 1 πρόσωπον Α BbA (item 3, 8) | om ἕως Δὰν Α 2 Νεφθαλειμ AF |)

419
τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης,

καὶ τὴν ἔρημον, [*](B) καὶ τὰ περίχωρα Ἰερειχώ, πόλιν φοινίκων, ἕως Σηγωρ.

καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Αὕτη ἡ γῆ ἣν ὤμοσα Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος κυρίου.

καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.

Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῶ τελευτᾷν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν.

καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.

Καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκεν γὰρ Μωυσῆς τὰς αὐτοῦ ἐπ’ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ, καὶ καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.