Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- Καὶ τῶ Ζαβουλὼν εἶπεν
- Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου,
- καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
- ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ,
- καὶ θύσετε θυσίαν δικαιοσύνης·
- ὕτι πλοῦτος θαλάσσης θηλάσει σε,
- καὶ ἐμπόρια παράλιον κατοικούντων.
- Καὶ τῶ Γὰδ εἶπεν
- Εὐλογημένος ἐμπλατύνων Γάδ.
- ὡς λέων ἀνεπαύσατο,
- συντρίψας βραχίονα καὶ ἄρχοντα.
- καὶ ἴδεν ἀπαρκὴν αὐτοῦ,
- ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων,
- συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν.
- δικαιοσύνην Κύριος ἐποίησεν
- καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
- Καὶ τῷ Δἀν εἷπεν
- Δὰν σκύμνος λέοντος,
- κα ἐκπηδήσεται ἐκ τοῦ βασᾶν. [*](14 om και I0 F | τροπον F | μηνων] σεληνης F1mg (pr ut vid Συμ. F1 sed AF om Faf) 15 απο 10] pr και AF 16 τω 20] τη AF | επ] εν AF 17 επ] απ AF | γης] pr της AF | Μαννασση Α 19 επικαλεσασθε AF | 22 om Δαν 20 F* (hab F1 (mg) | εκπηδησεται] εκπηδησει A)
418
[*](B)- Καὶ τῶ Νεφθαλεὶμ εἶπεν
- καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ Κύρου·
- θάλασσαν καὶ λίβα κληρονομήσει.
- Καὶ τῶ Ἀσὴρ εἶπεν
- Εὐλογητὸς ἀπὸ τέκνων Ἀσὴρ,
- καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ.
- ἅψει ἐν ἐλαίω τὸν πόδα αὐτοῦ·
- σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται,
- ὡς αἱ ἡμέραι σου η ἰσχὺς σου.
- ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου·
- ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου,
- καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
- καὶ σκεπάσει σε θεοῦ ἀρχή,
- καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἄε
- ἐκβαλεῖ ἀπὸ προσώπου σου
- Ἀπόλοιο.
- μόνος ἐπὶ γῆς Ἰακώβ·
- σίτῳ καὶ οἴνῳ,
- καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ.