Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωὴν σύ, ἵνα ζῆς σὺ καὶ τὸ σπέρμα σου,

ἀγαπᾷν Τύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου· τὸ κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς.

Καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραήλ·

καὶ εἶπεν πρὸς αὐτούς Ἕκατόν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι· κύριος δὲ εἶπεν πρὸς μέ Οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.

κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου· οὗτος ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησεν κύριος.

καὶ ποιήσει Κύριος ὁ θεός σου αὐτοῖς καθὰ ἐποίησεν Σηὼν καὶ Ὤγ, τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλέθρευσεν αὐτοὺς

καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν· καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν.

ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσῃς μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ’ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ οὔτε μή σε ἐνκαταλίπῃ.

Καὶ Καὶ ἐκάλεσεν Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῶ ἔναντι παντὸς Ἰσραήλ Ἀνδρίζου καὶ ἴσχυε· σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς·