Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καὶ τὴν γῆν ἐκείνην ἐπρονομεύσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαὰδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῶ Ρουβὴν καὶ τῷ Γόδ.

καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν Ἀργόβ, πᾶσαν γῆν βασᾶν ἐκείνην, γῆ Ῥαφαεὶν λογιπερίχωρον

καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν περίχωρον [*](AF) [*](2 Σηων] pr τὼ AF | Εσεβων] βῶ sup ras Aa 3 καὶ ’τον Ωγ] p Α | ἐπάταξεν F* ἐπατάξαμεν Flvid) | καταλείπειν F 4 om συνκ Β?AF | Βασαν] pr τῆ F 6 om αὐτοὺς B? | Εσεβων...εξης lacera in F | γυναικας] + ἀυτῶν AF | παιδιᾶι τέκνα F 8 καὶ εως] εως Α ἕως ὄρους F 9 επονομαζουσιν] ἐπωνόμασαν (sup ras) Babcvid | Αρμων B* Αερμ. Ba) | ’. Bab] ἐπονόμασεν B*AF | Σανιρ F 10 Μισωρ F | Εδραειν AF | βασιλέ’ AF 1 του Ωγ] om του F* (hab F1mg) 11 υπο] ἄπο ’AF | ἐν τῆ ακρα] ἐν τ’ sup ras B? | Αμμαν Ba?bAF | πηχεων B?A (bis) F (2°) | ευρος] + BabAF 12 επρονομευσαμεν] ἐκληρονομήσαμεν BabAF | ἔπι του χειλους] πάρα τὸ χειλος BabAF | ορους] pr του BabAF 13 om βασίλειαν F*vid (hab ’K) | Γωγ] Ωγ ΒabAF | ἡμίσει AF] ημισυ B | Μαννασση Α | περιχ.] pr τὴν AF | γῆν Βασαν 2°] τὴν B. AF 14 Μαννασση Α | περιχωρον] τὴν BabAF)

347
ἕως τῶν ὁρίων Γαρτασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς [*](B) ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασσεμὰθ Αὑὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης.

καὶ τῶ Μαχεὶρ εδωκα τὴν Γαλαάδ.

καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνῶν, καὶ ἕως τοῦ Ἰαβόκ·

ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· καὶ ἡ Ἄραβά καὶ ὁ Ἰορδάνης, ὅριον Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἀλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν.

Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπο- ρεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός.

πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν·

ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ ἢν ἔδωκα ὑμῖν.