Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε.

Ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ·

αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοπλοινοις [*](6 πλοιν|οις B* (πλοιοις B ab) | ἐν 2°] pr καὶ Α | om η B | u Α | πραθήσεσθαι Α XXIX 1 οὑς] ἦς Α | Μωση] τὼ 2 τοὺς υἵους] om του Α | τοι, θεράπουσιν] pr πάσι Α 3 εωρα- Α | ἐκείνα] + τὴν χεῖρα τὴν κραταιὰν καὶ ’τον βραχίονα ’τον ὑψηλὸν B ab mg A 4 ἔδωκ’ bis scr A* | βλέπειν sup ras (seq ras 2 litt) Aa pr του Α | ὤτα] pr τὰ Α 5 τεσσεράκοντα ἔτη ἐν τῆ ἐρήμω (ετη sup ras pr ras i fort litt) A | τεσσαρακ. Bb | ἐπαλαιώθησαν Α 6 κύριος] pr οὕτος Α | om ἐγὼ Α 7 βάσαν] pr τῆς Α | υμιν] ἥμιν Α | πολέμω] pr τὼ Α 8 Α | Μαννασση Α 9 ταυτης] + ποιεῖν αὐτοὺς Α | ποιήσητε Α Α | ἔναντι Α 11 αἰ γυναῖκες] pr καὶ Α | ἔκγονα] τέκνα Α)

404
[*](B) κόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν,

παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐν ταῖς ἀρίς αὐτοῦ, ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον·

ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν καὶ αὐτὸς ἔσται σου θεός, ὃν τρόπον εἰπέν σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. [*](§ F)

καὶ οὐχ μόνοις μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην §καὶ τὴν ἀρὰν ταύτην,

ἀλλὰ καὶ τοῖς ὦδε οὖσι μεθ’ ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν ὧδε σήμερον

ὅτι ὑμεῖς οἴδατε πῶς κατοικήσαμεν ἐν γῆ Αἰγύπτῳ, ἐν μέσῳ τῶν ἐθνῶν, ὡς παρήλθετε.