Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐν ταῖς ἀρίς αὐτοῦ, ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον·

ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν καὶ αὐτὸς ἔσται σου θεός, ὃν τρόπον εἰπέν σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. [*](§ F)

καὶ οὐχ μόνοις μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην §καὶ τὴν ἀρὰν ταύτην,

ἀλλὰ καὶ τοῖς ὦδε οὖσι μεθ’ ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν ὧδε σήμερον

ὅτι ὑμεῖς οἴδατε πῶς κατοικήσαμεν ἐν γῆ Αἰγύπτῳ, ἐν μέσῳ τῶν ἐθνῶν, ὡς παρήλθετε.

καὶ ἴδετε τὰ αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστιν παρ’ αὐτοῖς·

μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἠ’ φυλή, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν, πορευθέντες λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων. μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ.

καὶ ἔσται ἐὰν ἀκούση τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον·

οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῶ, ἀλλ’ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῶ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τ·ῶ βιβλίῳ τούτῳ, καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.