Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς πατέρων σού σοι.

Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ, ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβάλ, καὶ κονιάσεις αὐτοὺς κονία.

καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτὸ σίδηρον.

λίθους ὁλοκλήρους οἰκοδομήσεις ἥσεις θυσιαατήριον κυρίῳ τῷ θεῶ σου, καὶ ἀνοίσεις ἐπ’ αὐτὸ τὰ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σού.

καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου, καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου·

καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.