Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου, κα ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου·
καὶ ἔσται [*](AF 11 ἔαν μὲν] Pr καὶ ἔσται Α a | ἀποκριθῶσιν σοι] ἀποκριθῶσι Bb | αυτη] τῆ πόλει Α | om σοι 3° Α | φωρολογητοι Α φορολογ... F | σου] σοι 12 καὶ ποίωσιν] και| ποίω sup ras Ba καὶ ποιήσωσιν AF | περικαθιεις] περικαθαριεις A*vid 13 ἕως ἀν’ παραδῶ σοι] καὶ παραδωσει AF 14 ὅσα] pr πάντα τὰ κτήνη καὶ πάντα AF | κα φάγῃ πάσαν bis scr Α* 15 σου] pr ἄπο AF | οὔχι] pr αἰ AF | ἐκ] ἄπο AF | τῶν πόλεων τῶν εθνων] τῶν ἐθνῶν τῶν πόλεων F 16 ὢν] pr ἴδου ’δε ἄπο τῶν πόλεων τούτων AF | κληρονομεῖν] κληρονομῆσαι F | ζωγρήσετε ζωγρήσεται ΒΑ)] + ἀπ’ ἀυτῶν AF 17 ἀλλ’ η] ἄλλα AF | om ἀναθέματι F | Αμ. κα Χαν.] ’τον Αμ. καὶ ’τον Xav. AF | φερεζαιον] pr τον F | Ευαιον] + κ Γεργεσαιον Bab(mg) | Ιεβουσαιον + καὶ Γεργεσαιον AF 18 βδέλυγμα F 19 om μίαν AF | πλειους] πλείονας Α | οὔχι] οὐκ AF | ἀυτὰ] ἀυτὰς F | ἀλλ’ 97] ἄλλα AF | ἀγρῶ] δρυμὼ AF 20 ξύλον] pr τὸ AF | ἐξολεθρεύσεις AF XXI 1 η] ἢν AF 2 om σου ° F | om ἔπι Α)
καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσιν τὴν δάμαλιν ἐν τῇ φάραγγι.
καὶ οἱ ἱερεῖς οἱ Λευεῖται, ὅτι αὐτοὺς ἐπέλεξεν Κύριος ὁ θεὸς παρεστηκέναι αὐτῷ καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή·
καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τῷ τραυματίᾳ τραυματίᾳ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι,
καὶ ἀποκριθέντες ἐροῦσιν Αἱ Χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν·
ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραήλ, οὓς ἐλυτρώσω, κύριε, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα.
σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι κυρίου τοῦ θεοῦ σου.
Ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ σοι Κύριος ὁ θεός σου εἰς τὰς Χεῖρὰς σου, καὶ προνομεύσεις τὴν προνομὴν αὐτῶν·
καὶ ἴδης ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτὴν σαυτῷ γυναῖκα,
καὶ εἰσάξεις αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς καὶ περιονυχιεῖς αὐτήν·
καὶ καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπ’ αὐτῆς, καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας· καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή.
καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτήν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου· οὐκ ἀθετήσεις αὐτήν, διότι ἐταπείνωσας αὐτήν.
Ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης.
καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρητις [*](3 2°] ειτις Α 4 δάμαλιν 1°] pr τὴν AF 5 Λευῖται BbAF αὐτὸς F* (αυτους F1vid) | ἐπέλεξεν] ἐξελέξατο Α ἐπελέξατο F | ο θεὸς] + AF | στοματι] ὀνόματι Α 7 ἐροῦσιν bis scr F 8 κυριε] + ἐκ γῆς Λιγυπτου AF 9 ποιήσης] ποιήσητε F | om κυρίου Α | om σου Α 10 ἐξελθὼν] εξελθης AF | σοι] αὐτοὺς AF | προνομεύσῃς F 11 σεαυτῷ AF 13 αἰχμαλωσίας] + ἀύτης AF | καθιεῖται AF] καθίεται B | πατέρα] + αυτης Α | σου °] σοι Α 16 κατακληρονομη] κατακληροδοτῇ AF | ὑίος F* υιοις F1(vid)))
άλλὰ τὸν ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα.
Ἐὰν δὲ δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρός, καὶ παιδεύσωσιν σὐτὸν ὡς ἱν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν·
κα συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπ’ τὴν πύλην τοῦ τόπου,
καὶ ἐροῦσιν τοῖς ἀνδράσιν τῆς πόλεως αὐτῶν Ὁ υἱὸς ἡμῶν πεῖθε καὶ ἐρεθίζει, οὐχ ὑπακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ·
καὶ καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται. Ἐὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου, καὶ αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταφῇ θάψετε αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνη, ὅτι κεκαταραμένος ὑπὸ θεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου· καὶ οὐ μιανεῖτε τὴν γῆν ἢν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ.