Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ἰάσσα.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ κα πάντα τὸν λαὸν αὐτοῦ·

καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν.

πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν,

ἐξ Ἀροὴρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.

πλὴν ἐγγὺς υἱῶν Ἀμμὼν οὐ προσήλθομεν, πάντα τὰ συνκυροῦντα χειμάρρου Ἰαβὸκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν.

Καὶ στραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς βασᾶν· καὶ ἐξῆλθεν Γὼγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ.

καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας [*](29 Μοαβιται Βb | Αροηρ] Αροηλ Α | ἕως] + ἀν’ AF 30 om Σηων Α | AF Α | om ὡς Bab 31 πρὸ προσώπου σου] σοι Α | Εσεβων sup ras Bab I κληρονομῆσαι] λ, ρονομησαι sup ras Bab(vid) 31 — 32 τὴν γῆν 2°...Εσεβων sup ras Bab 32 ἥμιν] η sup ras Β? | Ιασσα] pr εἰς AF 33 αὐτὸν Κυριος] ’τον κ sup ras B?vid | επαταξεν] ἐπατάξαμεν BabF | αὐτοῦ 2°] του 34 πάσαν πολιν] ν °, ἱν sup ras item inter verba ras aliquid B? πάσας τὰς πολεις B*vld) | κατελείπομεν AF | ζωγρεαν Β* ι superscr Β?] ζωγρίαν AF 35 προενομευσαμεν AF + αὐτοῖς Α + ἐν αὐτοῖς F* εν ἑαυτοῖς F1) 36 εξ] ἄπο AF | χειλος] τεῖχος F | ἐγενήθη] ἢν AF ’ 37 ἐγγὺς] εἰς γῆν AF | Αμμαν Ba?bAF | προσήλθαμεν Α | χειμάρρου BF1] χειμάρρῳ Α χειμάρρων F*vid | ορινη AF | κύριος ο θ. ἤμων ἥμιν] ἥμιν #x772; ο #x772; ἤμων B?F om ἥμιν Α ΙΙΙ Ι ἐπιστραφέντες BahAF | ἦν εἰς βάσαν] τῆς εἰς Β. Α | ’γωγ’] Ωγ Bb?c? AF | βάσαν 2°] pr τῆς BabA | ο λᾶος αὐτοῦ] + μετ’ αὐτοῦ AF | Εδραειν)

346
[*](Β)Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ὅγ’ βασιλέα τῆς βασᾶν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.

καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ συνκυροῦντα Ἀργὸβ βασιλέως Ὢγ ἐν βασᾶν·

πᾶσαι πόλεις ὀχυραί, ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.

ἐξωλεθρύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἑσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία

καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.