Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὖ διέπεσαν.

[*](6 παρ’ ἀυτῶν 1°] ἀπ’ ἀυτῶν Α 7 ἤμων] ὑμῶν Α | διαγνωθι] α sup ras ut vid post θ vero ras I certe lit Ba? | εκεινην] ταύτην AF* εκ. F1mg) | τέσσαρ’. Bb 8 ymvn] ἤμων BabAF ) επιστρεψαντες] ἐπιστραφέντες AF | παρήλθομεν] ἀνέβημεν F | ὀδὸν ἔρημον Ba?A om ἔρημον F 9 Μωαβιταις BbA | ὕμιν ἄπο τῆς γ. ἀυτῶν AF | Σηειρ BA*vid] Αροηρ Aa? (sup ras) F 10 Οομμειν Α | το προτερον τὸ πρότερον AF | ισχυοντες] ἰσχυρὸν AF | Ενακειμ] Ενακειν F*?1? 11 Ραφαειμ Α | Ομμιειν Α 12 πρότερον] pr τὸ BabAF | υιοι] pr οἱ AF | ἐξέτριψαν αὐτοὺς καὶ ἀπώλεσαν αὐτοὺς Α | κατοικεισθησαν AF κατοικισθ.) | τῆς κληρον.] om τῆς AF | δέδωκεν] ἔδωκεν AF 13 om καὶ ἀπάρατε Α | Εαρετ °] Ζαρε.᾿ F | om καὶ παρήλθομεν τὴν φαρ. Ζαρετ A*vid (hab in mg et sup ras φαραγγα| Ζαρετ...Ζαρε [sic] Aa?) F 14 Ζαρεθ F | γενεᾶι pr η Α | πολεμιστῶν] pr τῶν F | om ἄπο· A*vid (hab sup ras et in mg αποθν. ἐκ τῆς παρεμβ. Aa?) F | ο θεος] αὐτοῖς κݲςݲ ο θ. Bab κݲςݲ αὐτοῖς AF 15 του θεοῦ] κݲυݲ Bab εξανηλ. B*)] pr του AF | om μέσου AF | om οὐ F)
344
[*](B)

Καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ,

καὶ ἐλάλησεν κύριος πρὸς μὲ λέγων

Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηείρ, καὶ

προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον, οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ.

γῆ Ραφαεὶν λογισθήσεται, καὶ γὰρ ἐπ’ αὐτῆς κατῴκουν οἱ Ῥαφαεὶν τὸ πρότερον, καὶ οἱ Ἀμμανεῖται ὀνομάζουσιν αὐτοὺς Ζοχομείν,

ἔθνος μέγα κα πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἠσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἁσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν, αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν.

νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνῶν· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον.

ἐν τῆ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνες ἕξουσιν ἀπὸ προσώπου σου.

Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἑσεβὼν λόγοις εἰρηνικοῖς λέγων

Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά.

βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν,

καθὼς ἐποίησάν [*](ΑF) [*](16 ἔπει BabA] ἔπι B*F 17 με] Μωυσην F 18 παραπορευη AF | την (τη sup ras Ba) Σηειρ] τὴν Αροηρ AF 19 ὑιῶν 1°] ὑμῶν F* | om (hab B*b) | μὴ °] μηδὲ Bab 20 Ραφαειν 1°] Ραφαειμ Α Ραφαραειν F | οἱ Ραφαειν] οἱ Γαφαειν (αεsup ras B) κατωκουν B?F οἱ Ραφαειμ κατ’. Α om και 2° Bab | Αμμανιται Bb j επονομαζουσιν BabAF | Ζοχομειν] χ sup Ba? μμειν μ superscr) Bab Ζομζομμειν Α Ζομμειν | 21 om ὑμῶν AF | ὡσπερ] + καὶ BabF | πρὸ] ἄπο AF | om ἕως τῆς ἡμέρας ταύτης F 22 εποιησεν AF | om κατεκληρονόμησαν καὶ B* (hab BabmesuP) | κατεκληρον.] + αντους F | om ἕως τῆς ἠμ’. ταύτης Α (hab Λῆ 23 Ασηδωθ] Ασηδωθ] AF | Καπαδοκιας F 24 om οὑν Α | om καὶ παρέλθατε B* (hab sup ras et in rag Ba) | χεῖρας] pr τὰς BabAF 25 ὠδῖνας BbA ᾔειν.) F 26 Κεδμωθ AF | Εσεβων] τῶν Αμορραιων F* τῶν (?) Εσεβων FlmS 27 παρελεύσομαι 2° ] πορευσομαι BabA | οὔχι] οὐκ BaAF οὐχ Bb | οὐδὲ] οὔτε Α 28 πόσιν] + μου AF)

345
μοι οἱ υἱοὶ ’Hσαὺ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβεῖται οἱ [*](B) κατοικοῦντες ἐν Ἀροήρ, ἕως παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν ἢν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἑσεβὼν παρελθεῖν ἡμᾶς δι’ αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῆ ἡμέρᾳ ταύτῃ.

καὶ εἶπεν Κύριος πρὸς μέ Ἴδου ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.

καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ἰάσσα.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ κα πάντα τὸν λαὸν αὐτοῦ·

καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν.