Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευείταις, ὅλη φυλῇ Λευεί, μερὶς οὐδὲ κλῆρος μετὰ Ἰσραήλ· καρπώματα κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά.

κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.

καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων· τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ [*](2 ἐξ] ἐν Α | Ισραλη] ὑμῶν ἀυτῶν F* Ισρ. F1mg) 14 σοι] + ἐν κλήρω AF | ἀυτὴν 1°] ἀύτης Α | κατοικήσεις Α | ἀυτὴν °] ἀύτης AF | om (superscr F1) | ἄρχοντας Α 15 καθιστησεις Α | ο θεὸς] + σου AF διοτι] πλὴν AF | ἀυτῶ] ἑαυτὼ AF | εἶπεν] + μιν AF | προσθήσετε (-ται προσθήσεσθε AF 17 om γυναικας...εαυτω Β* (hab Babmginf) | οὐδὲ αστησεται] ἱν α μὴ μεταστη AF 18 ὅταν] pr ἔσται AF | τῆς ἀρχῆς] pr δίφρου AF | ἀυτῶ] ἑαυτὼ AF | Λειιτων BbAF 19 ημερας] pr ἐντολὰς F* F1) | σου] αὐτοῦ AF | °AF | ταύτας] αὐτοῦ F | ποιειν] + ἀυτὰ AF ιυτου 1°] σου Β | μακροχρονιση] μακροχρόνιος η AF | αὐτοῦ 4°] + οἱ υιοι| αὐτοῦ μετ’ αὐτοῦ ἐν τοῖς υἱοῖς Ιηλ in mg et sup ras) A a | om ἐν F ΙΙΙ 1 ἱερεῦσι Α | Λευίταις BbAF | φυλὴ] pr τῆ F | Λευι BbAF | κάρπωμα Α Κυριου] κω Α 2 αυτοις] ἀυτῶ AF | ἐν τοῖς αδελφοις] ἐκ τῶν ἀδελφῶν Β αυτων] αὐτοῦ AF | εἶπεν] ὤμοσεν F 3 τὰ θύματα] τὰς θυσίας AF | om (??) F)

380
[*](B) σιαγόνια καὶ τὸ ἔνυστρον.

καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ·

ὅτι αὐτὸν ἐξελέξατο κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι κυρίου τοῦ θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.

Ἐὰν δὲ παραγένηται ὁ Λευείτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ οὗ αὐτὸς παροικεῖ, καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἄν ἐκλέξηται,

λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευεῖται οἱ παρεστηκότες ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.

μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν.

Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἢν κύριος ὁ θεός σου δίδωσίν σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.

οὐχ εὑρεθήσεται θήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακοῖς

ἐπαείδων ἐπαοιδήν, ἐνγαστρίμυθος καὶ τερατοσκόπος, ὀπὸς, τοὺς νεκρούς.

ἔστιν γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σοῦ.

τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ θεοῦ σου·

τὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· καὶ σοὶ οὐχ οὕτως ἔδωκεν Κύριος ὁ θεός σου.

Προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει κύριος ὁ θεός σου σοί, αὐτοῦ ἀκούσεσθε.

κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ σου, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν.

καὶ εἶπεν κύριος πρὸς μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ·

προφήτην αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ, καὶ δώσω τὰ [*](AF) [*](5 κύριος] + ο θς σου AF | του θεοῦ] + σου AF | αυτου] κݲυݲ AF | Ισρ.] πάσας τὰς ἡμέρας AF 6 Λευιτης BbAF | πόλεων] + ὑμῶν AF | πὰν· τῶν τῶν | υἷ’ sup ras Bab | εκλεξηται] ι sup ras Bac + κς AF 7 λειτουργησει] λ sup ras Bac pr καὶ AF | Λευῖται BbAF | ἔναντι AF | om του θεοῦ σου AF 9 om σου Α 10 εὑρεθήσεται] εὑρήσεται Α | καὶ 1°] η AF om ἐν πυρὶ F | κληδονιζ.] pr καὶ AF | φάρμακος AF 11 επαειδων] ἐπαοιδῶν BbA επαδωνF F | περατοσκοτος (sic) Α | επερωτων] pr καὶ AF 12 βδελυγματω F* (v superset F1vid | κύριος] + ο θεὸς σου AF | σου 2°] προσώπου AF 13 ἔναντι Α 14 κατακληρονομήσεις F | κληδονων κληδονισμῶν AF | καὶ σοι] σοι ’δε AF 15 om ὡς ἐμὲ F* (hab F1mg) σοι κݲςݲ ο θݲςݲ σου AF 16 om του 1° F | σου 2°] ἤμων AF AF 18 τῶν ἀδελφῶν] pr μέσου AF | τὰ ῥήματα] τὸ ῥῆμα AF)

381
μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν [*](Β) ἐντείλωμαι αὐτῷ·

καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. ἐὰν δὲ εἴπῃς ἐν τῆ καρδίᾳ σου Πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριος; ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι κου, καὶ μὴ γένηται καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν Κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος, οὐκ ἀφέξεσθε αὐτοῦ.

XIX