Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἐβραῖος καὶ ἡ Ἐβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.

ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·

ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου σου· καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου, δώσεις αὐτῷ.