Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Δι᾿ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν.

καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως. ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἡ ἄφεσις Κυρίῳ τῳ θεῶ σου.

τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ, του ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου·

ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομεῖν σε αὐτήν·

ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσεν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σή- μερον.

ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὅν τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.

Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεὸς ὅς σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου, οὐδ’ οὐ μὴ συνσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου·

ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῶ, δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται.