Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς·

οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ οὐδ’ οὐ μὴ σκεπάσῃς αὐτόν.

ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ·

καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.

καὶ πᾶς Ἰσραὴλ ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσει ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.

Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεων σου κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων

Ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν, καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε·

καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν·

ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ·

καὶ πάντα τὰ [*](5 ἀποπλανῆσαι F | ἄπο 2°] ἐκ AF | ἀφανιεῖτε AF 6 η γυνὴ] + σου AF | AF φίλος ισος] ο φίλος ο ἴσος Α ο φ. σου ο ἴσος F Ι τῆ ψύχη Α | βαδισωμεν] πόρευ’. θῶμεν AF Ι οὑς] ὄις AF 8 σου] μου F Ι οὐδ’ ου] οὐδὲ AF 9 αἰ Χ. σου ἔσονται] καὶ η χεὶρ σου ἔσται AF | ἐπ’ αὐτὸν] ἐπ’ ἀυτῶ AF 11 προσθησουσιν AF | τὸ ρ. τὸ πόνηρον] τὸ πον. ρ. Α 12 om σου om F Ι° om σε AF λεγοντων] λέγων F 13 ἐξῆλθον AF | ὑμῶν] ἤμων AF | γην] πόλιν AF | οὑς] ὄις AF 14 καὶ ἐρωτήσεις] pr καὶ ἐξετάσεις Α καὶ ἐτάσεις F | εραυνησεις B* ερευν.Bb)] εξεραυνησεις Α ἐξερευνήσεις F | ἀλήθης AF Ι γένηται F* γεγεν.F1) αναιρων ανελεις] αναιλων αναιλεις Α | πάντας] πάντα F Ι γῆ] πόλει AF | μαχαίρης Α)

372
[*](Β) σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ ἐνπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ θεοῦ σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοι- κοδομηθήσεται ἔτι.

καὶ οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου,

ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.

Υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·

ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῶ σου, καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.

Οὐ φάγεσθε πᾶν βδέλυγμα.

ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν,

ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν·

πὰν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὐνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.

καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας, τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχη- λοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.

καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχιστῆρας ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, ὐτῶν οὐχ ἅψεσθε.