Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν.
καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλίας.
καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σον ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ἐῷ·
καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευείτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ’ ὑμῶν.
πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπω οὗ ἐὰν ἴδῃς,
ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἀν’ ἐκλέξηται κύριος ὁ θεός σου [*](AF) [*](3 κατακαύσετε Α κατακαύσεται F | ἀπολεῖτε Α 5 σου] ὑμῶν AF | AF | εκζητησατε] ἐκζητήσετε AF + ἐλεύσεσθε εἰ Bab AF 6 οἴσετε] + ἐκ Bab (superscr) AF | και τας ομολ. τὰ θυσιάσματα ὑμῶν καὶ τας απαρχας υμων καὶ τα ἑκούσια ὑμῶν Α + και τας θυσίας ὑμῶν (om F* hab F1mg) καὶ τας ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν και τὰ ἑκούσια ὑμῶν P | τὰ πρωτότοκα] pr καὶ Α 7 ἔναντι F I ἀν’] ἔαν AF ἐπιβάλητε τὰς χεῖρας AF + ὑμῶν F | ηὐλόγησεν AF 8 ημεις ποιουμεν ] υμεις ποιειτε F υμεις xotctre F | ενωπιον] ἐνάντιον AF 9 ἤμων BF1 ημιν F* )] ὑμῶν Α 10 ἤμων] ὑμῶν AF Ab 11 σου] ὑμῶν AF οισετε] pr ἔκει AF | om και τας απαρχας τῶν χείρων ὑμῶν F | καὶ παν] pr κα τὰ δόματα ὑμῶν AF | ἐκλεκτὸν Β* εκλεκτον Bb | ἔαν] ἀν’ AF | τὼ θέω] + ὑμῶν AF 12 ἔναντι AF I αἰ ᾶοδ αἰ (1°) sup ras Aa | Λευιτης BbAF)
ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἢν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ κοὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτό, ὡς δορκάδα ἢ ἔλαφον·
πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ.
οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ πάσας εὐχὰς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου·
ἀλλ᾿ ἢ ἐναντίον Τυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Τυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα οὗ ἀν’ ἔπι βάλῃς τὴν χεῖρά σου.
πρόσεχε σεαυτῷ μὴ ἐνκαταλίπῃς τὸν Λευείτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῆς ἐπὶ τῆς γῆς.
Ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι, καὶ ἐρεῖς Φάγομαι κρέα· ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα.