Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι· ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι’ αἰῶνος, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.

Ἐὰν δὲ ἐξολεθρεύσῃ κύριος ὁ θεός σου τὰ ἔθνη, εἰς οὓς εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσῃς αὐτήν, καὶ γῆν αὐτῶν, ἐν τῆ γῇ αὐτῶν·

πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, λέγων Ἠὼς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ.

οὐ ποιήσεις οὕτως τῷ θεῷ σου· τὰ γὰρ βδελύγματα κυρίου, ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ’ αὐτό, οὐδὲ ἀφελεῖς ὄπ’ αὐτοῦ.

Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας,

καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθὼμεν καὶ λατρεύ- σωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε·

οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.

ὀπίσω Κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε κοὶ αὐτῷ προσ- [*](AF) [*](25 μέτα σε] + εἰς ’τον αἰῶνα AF | ἔναντι AF 26 ἔαν γένηται σοι] α ἀν’ σοι γένηται AF | ο θεὸς σου] + αὐτὸν Bab + ἀυτῶ AF τα τὰ ’δε κρέα φάγῃ] pr τὰ κρέα ἀνοίσεις ἔπι τὸ θυσιαστήριον κݲυݲ του θݲυݲ τὸ τῶν θυσίων σου προσχεεῖς πρὸς τὴν βάσιν του θυσιαστηρίου κݲυݲ του θݲυݲ AF 28 κάλον bis scr F | ἔναντι AF 29 εισπορευη] pr σὺ AF | τὴν γην Β a?bAF] ὖ γ. B* Ι om σου 2° B* (hab Bab (mg)AF) | Α | αυτους αὐτοὺς AF Ι κατοικήσεις Α λεγων] pr οὐ μὴ εκζητησης τοὺς θεοὺς αυτων AF | κἄγω] καὶ ἐγὼ Α 31 τὼ θέω] pr κݲωݲ AF | τὰ βδ.] τὰ βδ. γὰρ Α | Τυρίου a] α κݲςݲ AF Ι εν 1° AF| του, υἵους] pr κα om ἐν 2° F 32 ὕμιν] σοι AF | προσθήσει A* ς superscr XIII 1 τὸ ἐνύπνιον] om τὸ AF Ι δῶ] δώσει Α 2 om κα ελθη...τερας F* (hab F1 mg inf) | ous] ὄις AF 3 σου bis] ὑμῶν AF | εἰδέναι] pr του AF Ι ’τον θέον] pr κν AF 4 τοῦτον] αὐτὸν AF Ι φοβηθήσεσθε] + καὶ τὰς εντολας αὐτοῦ φυλάξεσθε AF | ἀκούσεσθε] + καὶ ἀυτῶ δουλεύσετε AF)

371
τεθήσεσθε.