Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν ὑμῖν σήμερον.
καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν εἰς ἢν ὑμεῖς διαβαίνετε τὸν Ἱορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν·