Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὅσα ἐποίησεν τῷ Δαθὰν καὶ Ἀβειρὼν υἱοῖς Ἐλιὰβ υἱοῦ Ῥουβήν, οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ’ αὐτῶν ἐν μέσῳ παντὸς Ἰσραήλ·

ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν ὑμῖν σήμερον.

καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν εἰς ἢν ὑμεῖς διαβαίνετε τὸν Ἱορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν·

ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς, γῆν ῥέουσαν γάλα καὶ μέλι.

ἔστιν γὰρ ἡ γῆ εἰς ἢν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι οὐ. τήν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσιν τὸν σπόρον καὶ ποτίζωσιν τοῖς ποσὶν αὐτῶν ὡσεὶ κῆπον λαχανίας·

ἡ δὲ γῆ εἰς ἢν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν γῆ [*](21 ιδοσαν] ἴδον Α ἔιδον F 22 ἑβδομήκοντα] + πέντε AF Χ11 1 καὶ AF να δίκ’. αὐτοῦ] + καὶ τὰς ἐντολὰς αὐτοῦ AF 2 ιδοσαν] ἔιδον AF 3 om αυτου 2° F | ὅσα] α F | βασιλεως βασιλέως Α 4 τὴν δύναμιν 1°] (sic) Α1? | om καὶ τὴν δύναμιν ἀυτῶν AF | κύριος] + ο θςݲ AF μιν AF | ecjy] ὡς Α | ηλθετε] εἰσήλθετε Α 6 Αβειρων] pr τοι F 7 εωρακαν] ἑώρων AF | Κυριου] + τὰ μέγαλα AF 8 σοι] ὕμιν AF | εἰσελθόντες] εἰσέλθητε καὶ AF | κληρονομήσητε AF | διαβεννετε Α 9 μακροημερευ ηται Α 10 εισπορευη] εἰσπορεύεσθαι ὑμεῖς Α ὑμεῖς εἰσπορεύεσθαι F | γῆ 2°] pr η AF | om ἐστιν 2° Α | ἐκπεπόρευσθε] ἐκπορεύεσθαι Α ἐκπορεύεσθε F AF | ποτιζωσι AF | om ἀυτῶν AF | ωσει] ὡς F 11 εισποσπειρωσι ρευη] pr σὺ AF)

366
[*](B) ὀρεινη καὶ πεδινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ῦσωρ·

γῆ ἣν Κύριος ὁ θεός σου ἐπισκοπεῖται αὐτὴν διὰ παντός, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ θεοῦ σου ἐπ’ αὐτῆς ἀπ’ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.

Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,

καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ’ ὥραν πρόιμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου·