Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ.

Κύριον τὸν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, καὶ πρὸς αὐτὸν κόλλη· καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·

οὗτος καύχημά σου καὶ οὗτος σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα ἃ [*](AF) [*](8 Λευι BbAF | παραστῆναι F | ἐπεύχεσθαι] επεχευσθαι Α 9 εσταν] ἔσται AF | Λευίταις BbF | καθότι] καθὰ AF 10 ιστηκειν εἵ. Bb (vid))] ἔστην AF | τεσσαράκοντα Bb (bis) | ἤκουσεν] εἰσήκουσεν AF | εμου] μου AF 11 ἔναντι AF | ἀυτῶν] ὑμῶν Α | αὐτοῖς] pr ἀυτὴν Α 12 αιτειται] αἴτει F om καὶ 2° AF 13 φυλάσσεσθε Α 14 κݲςݲ ο θςݲ του θῦ’ Bab) 16 σκληρυνεῖτε] + ἔτι AF 17 καὶ ἰσχυρὸς] ο ἴσχ’. Α καὶ ο ἴσχ’. F | οὐδ’ οὐ] οὐδὲ AF 18 ἀγάπαν A | προσηλυτον] πλήσιον Α | δόω] pr του F 20 φοβηθήσῃ] προσκυνήσεις Α | ἀυτῶ] + μόνω Α | τὼ ονοματι] pr ἔπι AF | ααυτου (sic) F 21 οὕτος bis] αὐτὸς AF | om ἐν AF)

365
ἴδοσαν οἱ ὀφθαλμοί σου.

ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ [*](B) σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέν σε κύριος ὁ θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.

Καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου, καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.

καὶ καὶ γνώσεσθε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ ἴδοσαν τὴν παιδίαν κυρίου τοῦ θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν,

καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραὼ βασιλεῖ Αἰγύπτου καὶ πάση τῆ γῇ αὐτοῦ,

καὶ ὅσα ἐποίησεν τήν δύναμιν τῶν Αἰγυπτίων, τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν, ὡς ἐπέκλυσεν τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν, καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν, καὶ ἀπώλεσεν αὐτοὺς κύριος ἕως τῆς σήμερον ἡμέρας,

καὶ ὅσα ἐποίησεν ἡμῖν ἐν τῇ ἐρήμῳ ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον,

καὶ ὅσα ἐποίησεν τῷ Δαθὰν καὶ Ἀβειρὼν υἱοῖς Ἐλιὰβ υἱοῦ Ῥουβήν, οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ’ αὐτῶν ἐν μέσῳ παντὸς Ἰσραήλ·

ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν ὑμῖν σήμερον.

καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν εἰς ἢν ὑμεῖς διαβαίνετε τὸν Ἱορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν·