Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρὸς μέ Λἀξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·

καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας, καἰ ἐμβαλεῖς αὐτὰ εἰς τὴν κιβωτόν.

καὶ ἐπιστρέψας κατέβην ἐκ ξύλων ἀσήπτων, καὶ ἐλάξευσα τὰς πλάκας λιθίνας ὡς αἱ πρῶται, καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου.

καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί.

καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι Κύριος.

καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῆραν ἐκ Βηρὼθ υἱῶν Ἰακεὶμ Μεισαδαί· ἐκεῖ ἀπέθανεν Ἀαρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεαζὰρ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

ἐκεῖθεν θεν ἀπῆραν εἰς Γαδγάδ, καὶ ἀπὸ Γαδγὰδ εἰς Ταιβάθα· γῆ χείμαρροι [*](25 ἔναντι AF | τεσσαρακοντα Ba (bis) 26 ηὐξάμην AF | Κυριε] + AF ice AF | μεριδα] κληρονομίαν AF | ἐλυτρώσω] + ἐν τῆ ἰσχύι σου τῆ μεγάλη AF | τῆ χειρι] om τῆ Α I ὑψηλὼ] μεγάλω Α 27 πόντων σου ὄις ὤμοσας Α1?a?(mg) | τὰ ασεβ. καὶ τὰ ἅμαρτ’.] ἔπι τὰ ἅμαρτ’. ἀυτῶν καὶ ἔπι τὰ ασεβ. AF 28 μὴ °] + ποτε AF | ἐξήγαγες] ἐξήγαγεν Α | αὐτοῖς] ἀυτῶν B*vld φυτοῖς BabAF) | μισησαι] + #x772; AF | ἐν τῆ ἐρήμω ἀπόκτειν’. αὐτ’.] ἀπόκτειν’. αποκτιν. F*vld) ἐν τῆ ἐρήμω AF 29 om καὶ ἐν τῆ χειρὶ σου τῆ κραταιὰ AF X 1 ὡσπερ] ὕπερ Α | ξυλινην] λιθηνην Α 2 γράψεις] γράψω AF | α] σα AF | ἃς] αἷς AF | ἀυτὰ] ἀυτὰς AF 3 πλάκας] pr δύο AF | λιθινας pr τὰς AF | ὡς] ὡσπερ AF | χερσὶν] pr δύσι F 6 Μισαδαι F | ἔκει 1°] fat Α 7 Γαλγα.᾿ (1°) F | om καὶ ἄπο Γαδγαδ F | Ταιβαθα] Ιεταβαθα Ιτεβαθα F | χειμάρρου AF)

364
[*](B) ὑδάτων.

ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν Κύριος τὴν φυλὴν τὴν Λευεὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.

διὰ τοῦτο οὐκ ἔστιν τοῖς Λευείταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύνριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.

κἀγὼ ἱστήκειν ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας κα τεσσεράκοντα νύκτας, καὶ ἤκουσεν Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι ὑμᾶς.

καὶ εἶπεν κύριος πρὸς μέ βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.

Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ ἀλλ’ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου, καὶ πορεύεσθαι ἐν πά σαῖς ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾷν αὐτόν, καὶ λατρεύει τῶ θεὼ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς

φυλάσσεθαι τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ ;

ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ·

πλὴν πλὴν τοὺς πατέρας ὑμῶν προείλατο κύριος ἀγαπᾷν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην.

καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε·

ὁ γὰρ κύριος ὁ θεὸς ὑμῶν, οὗτος θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων, ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ’ οὐ μὴ λάβῃ δῶρον·

ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.

καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ.

Κύριον τὸν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, καὶ πρὸς αὐτὸν κόλλη· καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·