Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ κατὰ αὐτοῦ ἐν μέσῳ υἰῶν Ἰσραὴλ;

καὶ εἶπεν Μωυσῆς πρὸς αὐτούς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται κύριος περὶ ὑμῶν.

Καὶ ἐλάλησεν πρὸς πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ανθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα κυρίῳ·

ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρε ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό. ἐπ’ ἀζύμων καὶ πικρ φάγονται αὐτό,

οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, ὀστοῦν οὐ συντρίψουσιν ἀπ’ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ ποιήσουσιν αὐτό.