Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἡγνίσαντο οἱ Λευεῖται κοὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.

καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευεῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν, οὕτως ἐποίησαν αὐτοῖς.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Τοῦτό ἐστιν τὸ περὶ τῶν Λευειτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω εἰσελεύ- σονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·

καὶ πεντηκονταετοῦς ἀποστήσεται τῆς λειτουργίας καὶ οὐκ ἐργάζεται ἔτι,

καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργάζεται. οὕτως ποιήσεις τοῖς Λευείταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

[*](AF_ 12 Κυριω] pr τὼ F 13 ἔναντι 2°] pr καὶ BabAF | ἔναντι κݲωݲ Α 14 ὑιῶν] pr τῶν F 16 ἀντὶ] + ’δε F j ὥν ἐκ τῶν υιων] om BabA om τῶν ἐκ F 17 ἐν υἱοῖς] ἐξ ὑιῶν Α Ι ἀνθρώπου AF 19 τοι, υἱοὶ 2°] pr ἐν AF Ι προσεγγιζων] + τῶν ὑιῶν Ισραηλ AF 20 υιων ] pr τῶν 21 ἐπλύναντο] ἔπλυναν AF | ιματια] + ἀυτῶν AF | ἀπέδωκαν F 22 εισηλθοσαν AF Ι καθως] καθὰ BabAF 24 τουτεστιν AF Ι ἐνέργειν] λειτουργεῖν λειτουργειαν ἐν ἔργοις AF 25 τῆς λειτουργιας] Pr ἄπο BabAF αποστης λειτουγρειας F* ἄπο τῆς λ. FlviJ) | OVK] οὔχι AF Ι εργαζεται] ἐργάται AF 26 εργαζεται] ἐργάται BabAF)
275
[*](ℵ)